# Contra Eunomium 239.2

Gregorius Nyssenus, Contra Eunomium, 239.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/239.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/239.2

Ἀλλ' ὑφαρπάζει τὸν λόγον ὁ ἀντιλογικὸς τε καὶ φιλερής, ὡς τῆς ἀκολουθίας ταύτης, καὶ ἐξ ἀγεννήτου ἀγέννητον ὑπονοεῖσθαι ποιούσης. Ἀλλὰ νηφάτω τῇ καρδίᾳ, καὶ ταῖς ἰδίαις ἐπιστήσθω φωναῖς ὁ μαχόμενος· ὅτι τὸ ἐκ τοῦ Πατρὸς ὁμολογῶν, τὴν τοῦ ἀγέννητου ὑπόνοιαν ἐπὶ τοῦ Μονογενοῦς ἀπεπέμψατο· B καὶ οὐδείς ἐπεστὶ φόβος, καὶ ἀίδιον αὐτὸν, καὶ οὐκ ἀγέννητον λέγειν. Ὅτι μὲν γὰρ οὐ διαστήματι χρονικῷ τοῦ Υἱοῦ τὸ εἶναι περιορίζεται· ἀλλὰ καὶ πρὸ τῶν αἰώνων, καὶ μετὰ τούτους τὸ ἀπειρον αὐτοῦ τῆς ζωῆς ἀπανταχόθεν ἐκκέχυται, κυρίως τῇ τοῦ αἰδίου προσηγორία κατονομάζεται. Ὅτι δὲ πάλιν Υἱὸς ὢν καὶ λεγόμενος, συννημένως τῇ τοῦ Πατρὸς ἐννοίᾳ ἐαυτῷ συνθεωρεῖσθαι δίδωσι, τὸ ἀγεννήτως εἶναι δοκεῖν διὰ τούτου ἐκπέφευγεν, ἀεὶ συνὸν τῷ ἀεὶ ὄντι Πατρὶ, καθὼς εἶπε καὶ ἡ θεόπνευστος ἐκείνη τοῦ διδασκάλου ἡμῶν φωνή, ὅτι γεννητῶς τῇ ἀγεννησίᾳ τοῦ Πατρὸς συναπτόμενος· ὁ δὲ αὐτὸς ἡμῖν καὶ περὶ τοῦ ἀγίου Πνεύματος λόγος ἐν μόνῃ τῇ τάξει τὴν διαφορὰν ἔχων. Ὡς γὰρ συνάπτεται τῷ Πατρὶ ὁ Υἱός, καὶ τὸ ἐξ αὐτοῦ εἶναι ἔχων, οὐχ ὑστερίζει κατὰ τὴν ὑπορ- C γην· οὕτω πάλιν καὶ τοῦ Μονογενοῦς ἔχεται τὸ Πνεῦμα τὸ ἅγιον, ἐπινοία μόνῃ κατὰ τὸν τῆς αἰτίας λόγον προθεωρουμένου τῆς τοῦ Πνεύματος ὑποστάσεως· αἱ δὲ χρονικαὶ παρατάσεις ἐπὶ τῆς προαιωνίου ζωῆς χώραν οὐκ ἔχουσιν. Ὥστε τοῦ λόγου τῆς αἰτίας ὑπερληφθένου, ἐν μηδενὶ τὴν ἁγίαν Τριάδα πρὸς ἑαυτὴν ἀσυμφώνως ἔχειν· ἧ πρέπει ἡ δόξα.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
