# Contra Eunomium 240.9-14

Gregorius Nyssenus, Contra Eunomium, 240.9 to 240.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/240.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/240.9

λ. Εἶτα τὴν τοῦ Παντοκράτορος δόξαν, καὶ τὴν τοῦ Μονογενοῦς αὐθίτητα, καὶ τὸ, Γενόμενος ὑπηκός, διασαφῆσας, τὸ τοῦ Εὐνομίου ἀνόητον ἐν τῷ λέγειν, οὐκ ἐκ τῆς ὑπακοῆς αὐτὸν προσλαβεῖν τὸ εἶναι Υἱόν, δείκνυσιν. μ. Εἴθ' οὕτως τὴν τοῦ Μεσίτου ἐρμηνείαν, τοῦ τε ὁμοίου, καὶ ἀγεννήτου, καὶ γεννητοῦ, τὴν τε εἰκόνα, καὶ σφραγίδα τῆς τοῦ Παντοκράτορος ἀρχεσίας, καὶ τῶν ἔργων, παγκαλῶς διεξέρδεν. ν. Μετὰ τοῦτο τὴν εὐαγγελικὴν διερμηνεύει ῥῆσιν, Ὁ Πατὴρ κρίνει οὐδένα. Ἐπὶ τοῦ μετὰ ψυχῆς καὶ σώματος ἀναληφθέντος ἀνθρώπου παρὰ τοῦ Κυρίου, τὴν τε παράβασιν τοῦ Ἀδὰμ, καὶ τὸν θάνατον, καὶ τὴν ἐκ νεκρῶν ἐξανάστασιν διεξέρδεν. ξ. Πρὸς τούτοις τὴν δόξαν, ἣν ἡ Ἐκκλησία ὁ τε Εὐνόμος περὶ τοῦ ἁγίου ἔχουσι Πνεύματος, διεξέρχεται, καὶ δι' οὐ τρεῖς Θεοί, ἀλλ' εἷς, ὁ Πατήρ, καὶ ὁ Υἱὸς τοῦ ἁγίου Πνεύμα· πρὸς οὓς καὶ διαφόρους ὑποστάσεις ἐκτίθεταί. Ἐν οἷς καὶ τὴν παρὰ πάντων πρὸς τὸν Υἱὸν ὑποταγὴν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ταυτὴν ἀπέδειξεν. ο. Εἶτα τὸ ἀδιανόητον τοῦ Εὐνομίου πολλῶν ἀποδείξας, ποτὲ μὲν κτιστὸν τὸ ἅγιον λέγοντος Πνεῦμα, καὶ τοῦ Υἱοῦ ἔργον κάλλιστον, ποτὲ δὲ ἀπὸ τῶν ἐνεργειῶν αὐτοῦ Θεὸν ὁμολογοῦντος, τελειοῖ τὸν λόγον. Ἡ τῶν Χριστιανῶν πίστις ἡ εἰς πάντα τὰ ἔθνη κατὰ τὸ πρόσταγμα τοῦ Κυρίου παρὰ τῶν μαθητῶν κηρύχθεῖσα· οὔτε ἐξ ἀνθρώπων ἐστιν, οὔτε δι' ἀνθρώπων. ἀλλὰ δι' αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς λόγος ὢν καὶ ζωή, καὶ φῶς, καὶ ἀλήθεια, καὶ Θεός, καὶ σοφία, καὶ πάντα ὅσα κατὰ φύσιν ἐστὶ διὰ τοῦτο μάλιστα ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος,

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
