# Contra Eunomium 242.1.1-21

Gregorius Nyssenus, Contra Eunomium, 242.1.1 to 242.1.21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/242.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/242.1.1

μενας · ὡςπερ ἐπιδιορθοῦμενας τὸν Θεὸν Λόγον, τὸν νομοθετησάντα ταύτας τὰς φωνὰς ἡμῖν ἐπὶ τῆς πίστεως ἔχειν. Ἐκάστη γὰρ τῶν κλησέων τούτων διὰ τῆς προσωποῦς σημασίας νοουμένη, κανὼν ἀληθείας, καὶ νόμος εὐσεβείας τοῖς Χριστιανοῖς γίνεται. Πολλῶν, γὰρ ὄντων καὶ ἄλλων ὀνομάτων, οἷς τὸ Θεῖον διασπᾶται, ἐν ἱστορίᾳ τε καὶ προφητείᾳ, καὶ νόμῳ· πάντα καταλιπὼν ὁ Δεσπότης Χριστὸς, ἡμᾶς προσάγεσθαι δυνάμενος, τῇ περὶ τοῦ ὄντος πίστει, ταύτας τὰς φωνὰς παρατίθεται · ἀρχεῖν ἀπορρημένως παραμένειν ἡμᾶς τῷ τοῦ Πατρὸς τε καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος κλήσει, εἰς καταγνώσιν τοῦ ὄντος ὄντος· ὅπερ καὶ ἐν ἐστὶ καὶ οὐχ ἕν. Τῷ μὲν γὰρ λόγῳ τῆς οὐσίας ἐν ἐστὶ · διὸ καὶ εἰς ἕν ὄνομα βλέπειν ὁ Δεσπότης ἐνομοθέτησε · τοῖς δὲ γνωριστικοῖς τῶν ὑποστάσεων ἰδιώμασιν, εἰς Πατρὸς τε καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος πίστιν διήρηται · ἀδιαστάτως τε μεριζόμενον καὶ ἀσυγχύτως ἐνούμενον. Ὅταν γὰρ ἀκούσωμεν Πατέρα, ταύτην ἀναλαμβάνομεν τὴν διάνοιαν, ὅτι τὸ ὄνομα τοῦτο, οὐχ ἕν' ἐαυτῷ νοεῖται μόνον, ἀλλὰ καὶ τὴν πρὸς τὸν Υἱὸν σχέσιν διὰ τῆς ἰδίας ἐμφάσεως ἀποσημαίνει. Οὐ γὰρ ἂν Πατὴρ χειρωρισμένος ἐφ' ἐαυτοῦ νοηθείη, μὴ Υἱὸς συνυμνοῦ διὰ τῆς τοῦ Πατρὸς ἐκφωνήσεως. Πατέρα οὖν μαθόντες, τῇ αὐτῇ φωνῇ καὶ τὴν εἰς τὸν Υἱὸν πίστιν συνεδιδάχθημεν. Ἐπειδὴ τοίνυν τὸ Θεῖον φύσει ὅπερ ἐστὶ κακὸν ἐστιν ἀεὶ ὡσαύτως ἔχει · οὔτε ποτὲ τι μὴ ἢν ὃ νῦν ἐστιν, οὔτε ποτὲ τι ἐσόμενον, ὃ νῦν οὐχ ἐστὶ. Πατὴρ δὲ ὀνομαζέτη παρὰ τοῦ Λόγου ὁ ἀληθινὸς Πατὴρ· τῷ δὲ Πατρὶ καὶ ὁ Υἱὸς συνεργαίνεται· ἀναγκαίως πιστεύομεν, ὅτι οὐ μηδεμιᾶν τροπὴν ἢ ἀλλοίωσιν ἐν τῇ φύσει παραδεξόμενος, ὃ νῦν ἐστὶ, καὶ ἀεὶ πάντως ἦν · ἢ εἴ ποτὲ τι οὐχ ἦν, οὐδὲ νῦν πάντως ἐστίν. Ἐπεὶ οὖν Πατὴρ ὑπὸ τοῦ ἀληθινοῦ Λόγου κατονομάζεται, πάντοτε πάντως καὶ ἦν Πατὴρ καὶ ἐστὶ, καὶ ἔσται ὡς ἦν.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
