# Contra Eunomium 243.1

Gregorius Nyssenus, Contra Eunomium, 243.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/243.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/243.1

καὶ ἀγιασμὸς, καὶ εἰρήνη, καὶ ζωὴ, καὶ τὰ τοιαῦτα, πρὸ τοῦ τὸν Υἱὸν εἶναι, καθὼς τοῖς αἱρετικοῖς δοκεῖ, οὐδὲ ταῦτα ἦν πάντως. Τούτων δὴ μὴ ὄντων, κενὸν πάντως τῶν τοιούτων ἀγαθῶν τὸν πατρῷον ἐννοήσουσι κόλπον· ὡς ἂν οὐ μήτε ὁ Πατὴρ ἔρημος τῶν ἑαυτοῦ ἀγαθῶν ἐννοηθῇ· μὴ δὲ εἰς ταύτην τὴν ἀτοπίαν ἐκπέσθαι τὸ δόγμα, ἀναγκαῖως κατὰ τὴν φωνὴν τοῦ Δεσπότου, τῇ διδόντι τῷ Πατρὸς ἡ περὶ τοῦ Υἱοῦ πίστις συνθεωρεῖται. Οὗ γάρ πᾶντα καταλιπὼν τὰ ὀνόματα ὅσα πρὸς ἔνδειξιν τῆς ὑπερκειμένης φύσεως λέγεται, τὴν τοῦ Πατρὸς κλῆσιν, ὡς ἐνδεικτικωτέραν τῆς ἀληθείας ἐκτίθεται ἡμῖν ἐπὶ τῆς πίστεως, ἥτις, καθὼς εἴρηται, τῇ σχετικῇ διανοίᾳ καὶ τὸν Υἱὸν μεθ’ ἑαυτῆς συνενδείκνυται· τοῦ δὲ Υἱοῦ δὲ ἐστὶν ἐν τῷ Πατρὶ ἀεὶ ὅντος ὅπερ ἐστίν, καθὼς εἴρηται καὶ ἐν τοῖς ἐμπροσθεν λόγοις· ὅτι τὸ Θεὸν τῇ φύσει τὴν πρὸς τὸ μεῖζον αὐξήσιν οὐ προσδέχεται· οὐ γὰρ ὅρα τι ἔξω ἑαυτοῦ ἄλλο ἀγαθόν, οὗ κατὰ μετουσίαν προλαμβάνει τὸ πλεῖον· ἀλλ’ ἀεὶ ὡσαύτως ἔχοντος, οὔτε ἀποβάλλοντος· δ’ ἔχει, οὔτε προλαμβάνοντος ὁ μὴ ἔχει· οὔτε γὰρ τι τῶν ἀποβλητῶν ἔχει, καὶ εἰ τι μακάριον καὶ ἀκήρατον, καὶ ἀληθινόν, καὶ ἀγαθὸν περὶ αὐτὸν καὶ ἐν αὐτῷ πάντως ἐστίν· ἀναγκαῖως ὁρῶμεν, οὐκ ἐξ ἐπιχθέσεως αὐτῷ προσγιγνόμενον τὸ Πνεῦμα τὸ ἀγαθὸν τε καὶ ἅγιον· ὅπερ ἐστὶν εὐθὲς ἡγεμονικόν, ζωοποιόν, τὸ πάσης τῆς κτίσεως περιεραττικόν τε καὶ ἀγιαστικόν· δ’ πάντα ἐν πᾶσιν ἐνεργεῖ καθὼς βούλεται· ὡς μηδὲν τι μεταξὺ διάλειμμα τοῦ Χριστοῦ πρὸς τὸ Χρῖσμα νοεῖν, ἢ τοῦ βασιλέως πρὸς τὴν βασιλείαν· ἢ τῆς σοφίας πρὸς τὸ πνεῦμα τῆς σοφίας· ἢ τῆς ἀληθείας πρὸς τὸ πνεῦμα τῆς ἀληθείας· ἢ τῆς δυνάμεως, πρὸς τὸ πνεῦμα τῆς δυνάμεως· ἀλλ’ ἐξ ἀεὶδιω τῷ Πατρὶ ἐνθεωρούμενον τοῦ Υἱοῦ· δὲ ἐστὶ σοφία τε καὶ ἀλήθεια, καὶ βουλὴ, καὶ ἰσχύς, καὶ γνώσις, καὶ σύνεσις· ἐξ ἀεὶδιω καὶ τὸ Πνεῦμα τὸ ἅγιον αὐτῷ συνθεωρεῖται· ὅπερ ἐστὶ Πνεῦμα σοφίας τε καὶ ἀληθείας, καὶ βουλῆς, καὶ συνέσεως· καὶ πάντα τὰ ἄλλα ὅσα ὁ Υἱὸς ἐστὶ καὶ ὀνομάζεται. Διὰ τοῦτο φαμεν συνημμένον ἄμα καὶ διακεκριμένον παραδεδοθῆναι τοῖς ἁγίοις μαθηταῖς τὸ τῆς εὐσεβείας μυστήριον· τὸ δεῖν πιστεύειν εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· ἡ μὲν γὰρ τῶν ὑποστάσεων ἰδιότης, τραφὴν τε καὶ ἀσύγχυτον ποιεῖται τὴν προσώπων διαστολήν· ἐν δὲ ὀνόμα προκειμένω τῆς κατὰ τὴν πίστιν ἐκθέσεως, σαφῶς ἡμῖν τὴν ἑνότητα τῆς οὐσίας τῶν ἐν τῇ πίστει προσώπων διεργηνεύει, Πατρὸς τε λέγω καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου· διότι γὰρ τῶν κλήσεων τούτων, οὐ φύσεως διαφορὰν διδασκόμεθα, ἀλλὰ μόνας τὰς τῶν ὑποστάσεων γνωριστικὰς ἰδιότητας. Ὦστε γινώσκειν ἡμᾶς, μήτε Υἱὸν τὸν Πατέρα εἶναι, μήτε Πατέρα τὸν Υἱόν· μήτε Υἱὸν ἢ τὸν Πατέρα, ἢ τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλ’ ἕκαστον ἐν τῷ ἰδιάζοντι τῆς ὑποστάσεως χαρακτῆρι γνωρίζειν· ἐν ἀορίστῳ τελειότητι, καὶ ἐφ’ ἑαυτοῦ θεωρούμενον, καὶ ἀπὸ τοῦ συνημμένου οὐ διαιρούμενον

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
