# Contra Eunomium 247.1

Gregorius Nyssenus, Contra Eunomium, 247.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/247.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/247.1

A τίθετα· αὐτὸν εἶναι λέγων, τὸν τῷ Μωϋσῇ φανέντα. Εἶτα φύσει τε καὶ δόξῃ Θεὸν φησιν ἕνα. Εἰ μὲν οὖν ἐστιν ὁ Θεὸς χωρὶς τοῦ εἶναι φύσει Θεός, αὐτὸς ἂν εἴδειν· τὰ ὕστα λέγων· εἰ δὲ οὐκ ἔστι Θεὸς ὁ μὴ φύσει Θεὸς ὢν, μαθόντωνσαν παρὰ τοῦ μεγάλου Παύλου, ὅτι οἱ δουλεύοντες τοῖς μὴ φύσει θεοῖς, Θεῷ οὐ δουλεύουσιν· ἡμεῖς δὲ δουλεύομεν Θεῷ ζῶντι τε καὶ ἀληθινῷ· καθὼς ὁ Ἀπόστολος λέγει· Ὠ δὲ δουλεύομεν, Ἰησοῦς ἐστιν ὁ Χριστός. Τοῦτο γὰρ καὶ ὁ ἀπόστολος Παῦλος δουλεύειν καυχᾶται, λέγων· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ. Ἠμεῖς τοίνυν οἱ μηκέτι δουλεύοντες τοῖς φύσει μὴ οὖσι θεοῖς, ἐπέγνωμεν τὴν φύσει ὄντα Θεόν, Ὠ πᾶν γόνυ κάμπτει ἐπουραννίων, καὶ ἐπιγείων, καὶ καταχθονίων. Οὐκ ἂν δὲ ἐδουλεύσαμεν, εἰ μὴ ἐπιστεύσαμεν, ὅτι οὗτος ἐστιν ὁ ζῶν τε ἀληθινὸς Θεός· ὠ πᾶσα γλῶσσα ἐξομολογεῖται, ὅτι Κύριος Ἰησοῦς εἰς δόξαν Θεοῦ Πατρός. Θεόν, φησιν, ἕνα, ἀνάρχως, ἀΐδιως. ἀτελεύτητως μόνον. Πάλιν νοήσατε, ὦ παῖδες, πανουργίαν, φησὶν ὁ Σολομὼν· μὴ ποτε εἰς ἀρνησιν τῆς τοῦ Μονογενοῦς θεότητος ἀπατηθέντες ἐκπέσητε. Ἀτελεύτητόν ἐστι τὸ θανάτου καὶ φθορᾶς ἀνεπίδεκτον. Ὀαύτως καὶ αἰώνιον τὸ μὴ πρόσκαιρον λέγεται. Ὀ τοίνυν μήτε αἰώνιόν ἐστι, μήτε ἀτελεύτητον· τοῦτο πάντως ἐν τῇ φθαρτῇ τε καὶ ἐπιχθονίῳ φέρεται φύσει. Οὐκοῦν ὁ τὸ ἀτελεύτητον τῷ ἕνι καὶ μόνῳ προσμαρτυρῶν Θεῷ μὴ συμπεριλαμβάνων δὲ τὸν Υἱὸν τῇ τοῦ ἀτελεύτητου καὶ αἰδίου σημασίᾳ, φθαρτὸν αὐτὸν εἶναι καὶ πρόσκαιρον διὰ τοῦ τοιούτου λόγου κατασκευάζει, τῷ τῷ αἰδὶν καὶ ἀτελεύτητῳ ἀντιδιαστελλόμενον. Ἠμεῖς δὲ κἂν ἀκούσωμεν ὅτι μόνος ὁ Θεὸς ἔχει τὴν ἀθανασίαν, τὸν Υἱὸν διὰ τῆς ἀθανασίας νοοῦμεν. Ἀθανασία γὰρ ἐστιν ἡ ζωὴ· κἂν λέγῃται φύς οἰκεῖν ἀπρόσιτον. Πάλιν τὸ ἀλαβὴν φῶς, ὅπερ ἐστὶ τῇ ψευδεῖ ἀπρόσιτον, τὸν Μονογενῆ νοεῖσθαι οὐκ ἀμφιβάλλομεν, ἐν ᾧ τὸν Πατέρα εἶναι παρ᾽ αὐτῆς τῆς ἀληθείας ἐμάθομεν. Ἐκ τούτων δὲ ὁ ἀκροατής, ἐπιλεξάσθω τὸ εὐσεβέστερον, εἴτε οὕτω χρή περὶ τοῦ Μονογενοῦς θεωρητῶς δοξάζειν· εἴτε φθαρτὸν τε καὶ πρόσκαιρον εἶναι λέγειν, ὡς ὑφηγεῖται ἡ αἵρεσις. Οὐ τῇ οὐσίᾳ, ἔφη, καθ᾽ ἣν ἐστιν εἰς, χωριζόμενον εἰς πλείους· ἢ ἄλλοτε ἄλλον γινόμενον, ἢ τοῦ εἰωθότος μεθιστάμενον, οὐδὲ ἐκ μιᾶς οὐσίας εἰς ὑπόστασιν τρισχῆς σχηματιζόμενον. Πάντη γὰρ καὶ καθόλου ἐστὶν εἰς, κατὰ τὰ αὐτὰ τε καὶ ὁμοίως διαμένων μόνος. Ἐκ τούτων δὲ τῶν παρατεθέντων προσῆκει τὸν συνетὸν ἀκροατὴν διακρίναι, πρῶτον μὲν τὰ χωρὶς διανοίας ἐκρίφεντα τῷ λόγῳ διάνεμα ῥήματα ἀπὸ τῶν δοκοῦντων νοῦν ἔχειν. Μετὰ ταῦτα δὲ τὴν εὐρισχομένην ἐν τοῖς ὑπολοίποις διάνοιαν τῶν εἰρημένων ἐπισκοπεῖν, εἰ συμβαίνει τῇ περὶ τὸν Χριστὸν εὐσεβείᾳ.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
