# Contra Eunomium 253.1.25-38

Gregorius Nyssenus, Contra Eunomium, 253.1.25 to 253.1.38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/253.1.25
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/253.1.25

Ἄρα τίς οὕτως ἐστὶν ἡλίθιος, ὡς μὴ συνειδεῖν τὴν ἀλογίαν τοῦ δόγματος; Οὐκ ἐν τῷ γεννᾶν, φησι, τὴν ἰδίαν οὐσίαν μερίζων. Τινὸς γὰρ ἐν τῷ γεννᾶν ἡ ἰδία οὐσία μερίζεται; Οὐσία γὰρ ἐπὶ μὲν τῶν ἀνθρώπων, ἡ ἀνθρωπίνη φύσις. Ἐπὶ δὲ τῶν ἀλόγων, γενικῶς μὲν ἡ ἄλογος· ἰδικῶς δὲ ἐπὶ τῶν βοῶν καὶ ἐπὶ τῶν προβάτων, καὶ ἐπὶ πάντων τῶν ἀλόγων, κατὰ τὰς τῶν ἰδιωμάτων διαφορὰς θεωρουμένη. Τί τοίνυν ἐκ τούτων μερίζει τὴν ἰδίαν οὐσίαν διὰ τοῦ τόκου; Οὐκ ἀλλ μένει διὰ τῆς διαδοχῆς τῶν ἐπιγινομένων ἐφ’ ἑαυτὸν τῶν ζῴων ἀκεραία ἡ φύσις; Εἶτα ἄνθρωπος μὲν ἐξ ἑαυτοῦ τίκτων ἄνθρωπον, οὐ μερίζει τὴν φύσιν, ἀλλὰ καὶ ἐν τῷ γεννήσαντι καὶ ἐν τῷ γεννηθέντι ὅλη ἐστίν· οὐκ ἐκ τούτου πρὸς ἐκεῖνον ἀποχίζομένη καὶ μεθισταμένη, οὐδὲ ἐν τούτῳ κολοβούμενη, ὅταν ἐν ἐκείνῳ τελεία γένηται· ἀλλὰ καὶ πᾶσα ἐν τούτῳ οὖσα, καὶ πᾶσα ἐν ἐκείνῳ εὐρίσκομενη. Καὶ γὰρ καὶ πρὶν γεννῆσαι τὸν ἐξ αὐτοῦ ὁ ἄνθρωπος, ζῷον ἦν λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. Καὶ ὅταν ἐγέννησε τὸν τοιούτον ἄνθρωπον, ὥστε ἐν ἐκείνῳ δεῖξθαι πάντα τὰ ἰδιώματα τῆς φύσεως· ὡς οὐκ ἀπώλεσε τὸ εἶναι ἄνθρω-

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
