# Contra Eunomium 256.1

Gregorius Nyssenus, Contra Eunomium, 256.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/256.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/256.1

Αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν, οἴδαμεν ὅτι ποιητὴς ἐστι τῆς ὑλῆς ὁ Λόγος, εὐθὺς συνεργαζόμενος μετὰ τῆς ὑλῆς καὶ τὰς ποιότητας. Ὡς εἶναι αὐτῇ τὰ πάντα, καὶ ἀντὶ πάντων τὴν ὁρμὴν τοῦ παντοδύναμου θελήματος, ὕλην, ὄργανον, τόπον, χρόνον, οὐσίαν, ποιότητα, πᾶν δ, τί πέρ ἐστιν ἐν τῇ κτίσει νοούμενον. Ὁμοῦ τε γὰρ ἠθέλησε τὸ δεῖν γενέσθαι, καὶ συνέδραμεν ἡ ἐξεργαστικὴ τῶν δυνάμεων τῷ νοήματι, ἔργον ποιούσα τὸ θέλημα. Οὕτω γὰρ φιλοσοφεῖ περὶ τῆς θείας δυνάμεως ὁ πολύς Μωϋσῆς ἐν τῇ κοσμογονείᾳ, προστακτικαῖς φωναῖς ἀνατιθεὶς ἐκάστου τῶν ἐν τῇ κτίσει φαινομένων τὴν ποίησιν. Εἶπε γάρ, φησίν, ὁ Θεός, ὅτι Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς, καὶ περὶ τῶν ἄλλων ὡσαύτως, οὔτε ὑλῆς ἐμνησθη, οὔτε ὀργανικῆς ὑπουργίας. Οὐκοῦν οὐκ ἀπόδηλος ἐν τῷ μέρει τούτῳ τοῦ Εὐνομίου ὁ λόγος. Ὁ γὰρ Θεὸς κτίζων ὅσα διὰ κτίσεως ἔχει τὴν γένεσιν, οὔτε τινὸς ὑποκειμένης ὑλῆς, οὔτε ὀργάνου εἰς τὴν κατασκευήν ἐδεήθη. Ἀπροσδεὴς γὰρ ἀλλοτρίας βοηθείας ἡ τοῦ Θεοῦ δύναμις τε καὶ σοφία. Χριστὸς δὲ ἐστιν ἡ τοῦ Θεοῦ δύναμις καὶ σοφία, δι’ οὗ τὰ πάντα ἐτέρεστο, καὶ οὐ χωρὶς τῶν ὄντων ἐστιν οὐδέν· καθὼς Ἰωάννης μαρτυρεῖται. Εἰ οὖν πάντα δι’ αὐτοῦ ἐγένετο, ὁρατὰ τε καὶ ἀόρατα, ἐξαρκεῖ δὲ πρὸς τὴν τῶν ὄντων ὑπόστασιν ἡ βούλησις μόνη· δύναμις γὰρ ἐστιν ἡ βούλησις· τὸν ἡμέτερον εἴπε λόγον ἐναντιούσης τῇ λέξει Εὐνομίου. Ὁ γὰρ τὰ σύμπαντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, τίνος ἂν ὀργάνου καὶ ποίας ὑλῆς δεηθείη ἐν τῷ φέρειν διὰ τοῦ παντοδύναμου ῥήματος τὴν τῶν ὄντων ὑπόστασιν; Εἰ δὲ ὅπερ ἐπὶ τῆς κτίσεως περὶ τοῦ Μονογενοῦς πεπείσμεθα, τοῦτο ἐπὶ τοῦ Υἱοῦ κατασκευάζει· ὡς ὁμοιότροπον αὐτὸν τοῦ Πατρὸς κτίσαντος, καὶ ἄσπερ παρὰ τοῦ Υἱοῦ ἡ κτίσις ἐγένετο· τὸν ἐν τοῖς ἐμπροσθεν ῥηθέντα λόγον καὶ νῦν πάλιν ἀναλαμβάνωμεν, ὅτι ἡ τοιαύτη ὑπόληψις ἀρνησις τῆς τοῦ Μονογενοῦς ἐστι θεότητος. Ἡμεῖς γὰρ ἴδιον εἶναι τῶν εἰδωλολατρούντων παρὰ τῆς μεγάλης τοῦ Παύλου φωνῆς μεμαθήκαμεν, τὸ ἀσεβῶς καὶ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα· καὶ τοῦ Δαβὶδ εἰπόντος, ὅτι Οὐχ ἔστιν ἐν σοὶ Θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις Θεῷ ἀλλοτρίῳ. Κανόνι τοῦτω καὶ γνώμῃ χρήμεθα πρὸς τὴν τῶν προσκυνομένων ἐπιγνῶσιν ὡςπε πιστεῖν τοῦτο ἀληθὲς εἶναι Θεόν, ὁ μήτε πρόσφατον ἐστι, μήτε ἀλλότριον. Ἐπειδή τοίνυν Θεὸν πιστεύειν εἶναι τὸν μονογενῆ Θεὸν διδάχθημεν· ὁ μήτε πρόσφατον αὐτὸν εἶναι, μήτε ἀλλότριον συνομολογοῦμεν διὰ τοῦ πιστεύειν, ὅτι ἐστι Θεός· εἰ οὖν Θεὸς ἐστι, πρόσφατος οὐκ ἐστιν· ὁ δὲ μὴ πρόσφατος, αἰδίος πάντως ἐστιν· οὔτε οὖν πρόσφατος ἐστιν ὁ αἰδίος, οὔτε ἀλλότριος τῆς ἀληθείας θεότητος, ἐκ τοῦ Πατρὸς ὤν, καὶ ἐν τοῖς κέλοις ὤν τοῦ Πατρὸς, καὶ ἐν ἑαυτῷ τὸν Πατέρα ἔχων. Ὥστε ὁ ἀποσχίων τῆς τοῦ Πατρὸς φύσεως τὸν Υἱόν, ἡ καθόλου ἀθετεῖ τὴν προσκύνησιν, ἵνα μὴ ἀλλοτρίῳ Θεῷ προσκυνήση,

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
