# Contra Eunomium 258.1

Gregorius Nyssenus, Contra Eunomium, 258.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/258.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/258.1

δντος δι' οὗ καὶ τούτων καὶ τοῖς λοιποῖς ἡ πρὸς τὸ εἶναι γέγονε δύναμις. 'Αλλ' ὡς ἂν μὴ τιν τῶν συκο-φαντούντων ὑπόνοιαν δόξωμεν, ὡς μὴ παραδεχόμενοι τὰς θεοπνεύστους φωνὰς δι' ὧν ἐνστάλαμθα, πρῶτον τὴν ἡμετέραν διάνοιαν ἂν ἔχωμεν περὶ τῶν ὀνομάτων τούτων παραθήσομεθα· εἰδ' οὖν τὴν τοῦ βελτίονος χρήσιν τοῖς ἀκροωμένοις προσθήσομεν. 'Ο μέγας Παῦ-λος εἰδὼς ὅτι παντὸς ἀγαθοῦ ἀρχηγὸς τε καὶ αἴτιος ὁ μονογενὴς ἐστι Θεός, ὃν ἐν πᾶσι πρωτεύειν, προσα-μαρτυρεῖ αὐτῷ τὸ μὴ μόνον τὴν τῶν δυνων κτίσιν δι' ἐκείνου γενέσθαι, ἀλλ' ὅτι τῆς ἀρχαίας τῶν ἀν-θρώπων κτίσεως παλαιώσεως τε καὶ ἀφανίσεως, καθὼς αὐτὸς ὀνομάζει, αὐτὴς δὲ καὶ τῆς κτίσεως ἐν Χριστῷ γενομένης, οὐδὲ παλὴς ἄλλος τις καθηγή-σατο· ἀλλὰ πάσης τῆς διὰ τοῦ Εὐαγγελίου τῶν ἀν-θρώπων γενομένης κτίσεως, αὐτὸς ἐστιν ὁ πρωτότο-κος. Καὶ ὡς ἂν σαφέστερον γένοιτο τὸ περὶ τούτου νόημα, οὕτωσι τὸν λόγον διαλήψομεθα· Τετράκις τῆς φωνῆς ταύτης μέμνηται ὁ θεῖος 'Απόστολος· ἅπαξ μὲν οὕτως εἰπών· ὅτι Πρωτότοκος πάσης κτίσεως· πά-λιν δὲ ὅτι Πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς· ἐν τρί-τῳ δὲ, ὅτι Πρωτότοκος ἐκ τῶν νεκρῶν· μετὰ ταῦτα δὲ ἀπλῶνόν τε καὶ ἀσύγγη τὴν φωνὴν παρατίθεται, εἰπών· "Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει· Καὶ προσκυνήσάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Οὐκοῦν ἂνπερ ἂν διὰ-κοινον ἐπὶ τῶν ἄλλων συγγων τοῦ ὀνόματος τούτου κατανοήσωμεν, ἀκολουθῶν τὴν αὐτὴν καὶ τῷ πρω-τοτόχῳ τῆς κτίσεως ἐφαρμόσωμεν. Μίᾳς γὰρ καὶ τῆς αὐτῆς οὐσίας φωνῆς, ἀνάγκη πᾶσα μίαν εἶναι καὶ τὴν σημαινόμενὴν διάνοιαν. Πῶς γίνεται τούτων πρωτό-τοκος ἐν πολλοῖς ἀδελφοῖς, πῶς δὲ νεκρῶν πρωτότο-κος, ἢ τοῦτο πάντως ἐστὶ δῆλον; "Ὅτι διὰ τὸ γενέσθαι ἡμᾶς αἷμα καὶ σάρκα, καθὼς φησιν ἡ Γραφή, ὁ δι' ἡμᾶς γενόμενος καθ' ἡμᾶς, καὶ σαρξ καὶ αἷματος κοινωνήσας, μέλλων ἡμᾶς μεταποιεῖν ἐκ τοῦ φθαρτοῦ πρὸς τὸ ἀφθαρτον, διὰ τῆς ἄνωθεν γεννήσεως, τῆς δι' ὕδατος καὶ Πνεύματος, αὐτὸς τοῦ τοιούτου τόκου καθηγήσατο, διὰ τοῦ ἰδίου βαπτίσματος τὸ ἅγιον Πνεῦμα ἐπὶ τὸ ὕδωρ ἐπισπασάμενος· ὥστε πάντων τῶν πνευματικῶς ἀναγεννημένων πρωτότοκον αὐτὸν γενέσθαι, καὶ ἀδελφοὺς ὀνομάσαι τοὺς τῆς ὁμοίας αὐτοῦ διὰ τοῦ ὕδατος καὶ τοῦ Πνεύματος μετεσχηκότας γεννήσεως. Ἐπεὶ δὲ καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως ἔδει αὐτὸν ἐναποθέσθαι τῇ φύσει τὴν δύναμιν, πάλιν γίνεται ἀπαρχὴ τῶν κεκοιμημένων, καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν, ὁ πρῶτος δι' ἑαυτοῦ λύσας τὰς ὀδύ-νας τοῦ θανάτου· ὥστὰ καὶ ἡμῖν ὀδοποιηθῆναι τὴν ἐκ τοῦ θανάτου παλιγγενεσίαν, διὰ τῆς τοῦ Κυρίου ἀναστάσεως τῆς ὀδίνος τοῦ θανάτου λυθείσης, ἐν ᾧ κατεχύμεθα. "Ὡστερ οὖν μετασχὼν τῆς διὰ λουτροῦ ἀναγεννήσεως, ἀδελφῶν πρωτότοκος γίνεται· καὶ πά-λιν ἀπαρχὴν τῆς ἀναστάσεως αὐτὸν ποήσας, πρω-τότοκος ἐκ τῶν νεκρῶν ὀνομάζεται, οὕτως ἐν πᾶσι πρωτεύων. Μετὰ τὸ παρελθεῖν τὰ ἀρχαῖα πάντα,

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
