# Contra Eunomium 261.1

Gregorius Nyssenus, Contra Eunomium, 261.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/261.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/261.1

A τῆς γεννήσεως εἶδη, ὅσα ἡ ἀνθρωπίνη γινώσκει διάνοια, ἡ θεόπνευστος διδασκαλία πρὸς τὴν παράστασιν τῆς ἀρρήτου δυνάμεως παραλαμβάνει, οὐ συμπαραδεχομένη τὰς σωματικὰς τῶν ὀνομάτων ἐμφάσεις. Ὅταν μὲν γὰρ περὶ τῆς κατασκευαστικῆς λέγει δυνάμεως, τὴν γέννησιν μὲν ὀνομάζει τὴν τοιαύτην ἐνέργειαν, διὰ τὸ δεῖν πρὸς τὸ πτενὲν εἰπεῖν τῆς ἡμετέρας δυνάμεως καταβῆναι τὸν λόγον. Οὐ μὴν συνενδείκνυται τὰ ὅσα παρ’ ἡμῖν τῇ κατασκευαστικῇ γεννήσει συνθεωρεῖται, οὐ τόπον, οὐ χρόνον, οὐχ ὕλης παρασκευήν, οὐχ ὀργάνων συγγένειαν, οὐ τὸν ἐπὶ τοῖς γινομένοις σκοπόν· ἀλλὰ ταῦτα ἡμῖν καταλιποῦσα, μεγαλοφρόνως τε καὶ ὑψηλῶς τῷ Θεῷ προσμαρτυρεῖ τῶν ὄντων τὴν γένεσιν, ἐν οἷς φησιν ὅτι Αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. Πάλιν B ὅταν τὴν ἀπόρρητον τε καὶ ὑπὲρ λόγον τοῦ Μονογενοῦς ἐκ τοῦ Πατρὸς ὑπάρξιν ἐρμηνεύῃ, διὰ τὸ ἀγώρην εἶναι τὴν ἀνθρωπίνην πτωχείαν τῶν ὑπὲρ λόγον τε καὶ ἔνοιαν διδαγμάτων, κάκει τοῖς ἡμετέροις συγχέρχεται, καὶ Υἱὸν ὀνομάζει, ὅπερ παρ’ ἡμῖν συνήθεια τοῖς ἀπὸ ὕλης καὶ φύσεως ἀποτιστωμένοις ὄνομα τίθεται. Ἀλλ’ ὡς περ τὴν διὰ τῆς κτίσεως γέννησιν εἰπὼν ὁ λόγος ἐπὶ Θεοῦ, τῷ διὰ τινος ὕλης γενέσθαι· αὐτήν, οὐ προσέθηκεν οὐσίαν ὕλης καὶ τόπον καὶ χρόνον, καὶ πάντα τὰ τοιαῦτα, τὴν τοῦ Θεοῦ θελήματος εἶναι δύναμιν ἀποφηνάμενος· οὕτως καὶ ἐνταῦθα Υἱὸν εἰπὼν, ἀφῆκε πάντα τὰ ἄλλα ὅσα περὶ τὴν κάτω γέννησιν ἡ ἀνθρωπίνη φύσις ὁρᾷ, πάθη τε λέγω καὶ διαθέσεις, καὶ τὴν ἐκ τοῦ χρόνου συνέργειαν, καὶ τὴν τοῦ τόπου χρείαν, καὶ πρὸ πάντων τὴν ὕλην, ὧν ἄνευ πάντων ἡ κάτω γέννησις ἐκ τῆς φύσεως οὐ συνίσταται. Πάσης δὲ τῆς τοιαύτης ὑλικῆς τε καὶ διαστηματικῆς μὴ συμπαριληφθείσης C ἐν τῷ τοῦ Υἱοῦ σημασία οὐσίας· μόνη ὑπελείφθη ἡ φύσις. Καὶ διὰ τοῦτο τῷ τοῦ Υἱοῦ φωνῇ τὸ οἰκεῖον καὶ γνήσιον τῆς ἐκ τοῦ Πατρὸς ἀναδείξεως ἐπὶ τοῦ Μονογενοῦς ἐρμηνεύεται. Καὶ ἐπειδὴ οὐχ ἱκανὸν ἦν τὸ τοιοῦτον τῆς γεννήσεως εἶδος ἀρκοῦσαν ἡμῖν ἐμποιῆσαι τῆς ἀρρήτου τοῦ Μονογενοῦς ὑπάρξεως τὴν φαντασίαν, συμπεριλαμβάνει καὶ τὸ ἕτερον τῆς γεννήσεως εἶδος πρὸς σημασίαν τῆς τοῦ Υἱοῦ θεολογίας, τὸ ἐκ τῆς ὑλικῆς ἀπόρροιας, καὶ φησιν Ἀπαύγασμα δόξης, καὶ Ὀσμὴν μύρου, καὶ Ἀτμίδα Θεοῦ, ἅπερ ἐν τῇ ἐκτεθεῖσῃ παρ’ ἡμῶν τεχνολογίᾳ ἢ καθ’ ἡμᾶς D συνήθεια ὑλικὴν ἀπόρροιαν ὀνομάζει.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
