# Contra Eunomium 265.2

Gregorius Nyssenus, Contra Eunomium, 265.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/265.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/265.2

B Τοῦτο δὲ διὰ πλειόνων μὲν ἐστὶ παραθεῖναι σαφέστερον ὅπως ἔχει· πλὴν δυνατὸν ἂν εἴη καὶ δι’ ὀλίγων τοῖς εὐγνώμοσι παραδοῦναι τὸ νόημα λέγουσι γὰρ καὶ τοῦτο τινες τῶν δι’ ἀκριβείας τὰ θεία πεπαιδευμένων, ὅτι οὐ γέγραπται παρ’ Ἑβραίοις τὸ ἐκτισε · καὶ ἡμεῖς ἐν ἀρχαιοτέροις βιβλίοις ἀνεγνώμεν, Ἐκτήσατο, γεγραμμένον, ἀντὶ τοῦ ἐκτίσε με. Ἐμφαίνει δὲ πάντως τὸν δοῦλον ἡ κτίσις διὰ τῶν παροιμιῶν καὶ αἰνιγμάτων, τὸν δι’ ἡμᾶς ἀναλαβόντα τὴν τοῦ δούλου μορφὴν. Εἰ δὲ τις κατὰ τὴν ἐπικρατοῦσαν ἐν ταῖς Ἐκκλησίαις ἀνάγνωσιν ἐν τῷ μέρει τούτῳ προβάλοιτο, οὐδὲ τὴν, Ἐκτίσε, φωνὴν ἀποβάλλομεν. Καὶ τοῦτο γὰρ πρὸς τὴν δούλου σημασίαν διὰ τοῦ αἰνίγματος βλέπει· ἐπεὶ Πᾶσα ἡ κτίσις δουλεύει, καθὼς φησιν ὁ Ἀπόστολος. Διὰ τοῦτο καὶ ταύτην φωνὴν εὐσεβῶς ἔχειν φαμέν. Ἐκτισθὲν γὰρ ἀληθῶς ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ὁ δι’ ἡμᾶς καθ’ ἡμᾶς γενόμενος · ὁ ἐν μὲν τῇ ἀρχῇ Λόγος ὢν καὶ Θεός, μετὰ ταῦτα δὲ σὰρξ γενόμενος καὶ ἄνθρωπος. Κτισθὲ δὲ τῆς σαρκὸς ἡ φύσις, ἧς μετασχὼν κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας. Ἐκτισθὲν δὲ κατὰ Θεόν, οὐ κατὰ ἄνθρωπον, καθὼς φησιν Ἀπόστολος, καινὸν τινα τρόπον, καὶ οὐ κατὰ τὴν ἀνθρωπίνην συνήθειαν. Ἐμαθόμεν γὰρ ὅτι ἐκ Πνεύματος ἁγίου, καὶ τῆς τοῦ Ὑψίστου δυνάμεως, πλὴν ἀλλ’ ἐκτίσθη ὁ καινὸς οὗτος ἄνθρωπος, ὃν κελεύει ὁ τῶν ἀρρήτων μυστηρίων ὑφηγητής;

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
