# Contra Eunomium 266.1

Gregorius Nyssenus, Contra Eunomium, 266.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/266.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/266.1

Παῦλος ἐνδύσασθαι ἡμᾶς, διχῶς ὀνομάζων τὸ ἔνδυμα· τὸν μὲν λέγων, Ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα, πάλιν δέ, τὸν Ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν. Οὕτως γὰρ ἡμῖν τοῖς ἐνδυσάμενοις αὐτὸν γίνεται ἀρχὴ τῶν ὁδῶν τῆς σωτηρίας ὁ εἰπών· Ἐγὼ εἰμὶ ἡ ὁδός, ἵνα ἔργα τῶν ἑαυτοῦ χειρῶν ποιήσῃ ἡμᾶς, ἀπὸ τοῦ πονηροῦ πλάσματος τῆς ἁμαρτίας πρὸς τὴν ἰδίαν εἰκόνα πάλιν μετεργασάμενος· ὁ δὲ αὐτὸς καὶ θεμέλιος ἡμῖν γίνεται πρὸ τοῦ μέλλοντος αἰῶνος, κατὰ τὴν τοῦ Παύλου φωνήν, ὃς φησίν, ὅτι θεμελίον οὐδείς δύναται θεῖναι παρὰ τὸν κείμενον· καὶ πρὸ τοῦ ἐλθεῖν τὰς πηγὰς τῶν ὑδάτων, καὶ πρὸ τοῦ ὄρη ἐδραωθῆναι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιήσαι, καὶ πρὸ πάντων βουνῶν γεννή με· δυνατὸν γὰρ ἕκαστον τούτων κατὰ τὴν παροιμιώδη συνήθειαν μεταληφθέν, εἰς τροπικὴν θεωρίαν ἐφαρμογῆναι τῷ λόγῳ. Ὁ γὰρ μέγας Δαβὶδ δικαιοσύνην ὀνομάζει τὰ ὄρη τοῦ Θεοῦ, ἀβύσσους δὲ τὰ κρίματα, πηγὰς δὲ τοὺς διδασκάλους ἐν Ἐκκλησίαις, λέγων· Εὐλογήσετε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ· βουνούς δὲ τὴν ἀκακίαν ἢν διὰ τοῦ σκελήματος τῶν ἀργῶν ἐνεδείξατο. Πρὸ τούτων οὖν ἐν ἡμῖν γεννάται· ὁ δὲ ἡμᾶς κτισθεὶς ἄνθρωπος, ἵνα καὶ ἢ τῶν τοιούτων κτίσεως ἐν ἡμῖν χώρησις. Ἄλλὰ παραδραμαὶς οἷμαι χρήναι τὸν ἐπὶ τούτων λόγον, ἱκανῶς τοῖς εὐγνώμοσιν ὑποδειχθείσης δι’ ὀλίγων τῆς ἀληθείας.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
