# Contra Eunomium 267.1-35

Gregorius Nyssenus, Contra Eunomium, 267.1 to 267.35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/267.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/267.1

αὐτὸς ἐν τοῖς ἐκεῖνός λέγει, ὅτι αὐτὸς ἐστιν ὁ ἐν τοῖς προφήταις λαλήσας. A ὅντως ζωὴν, τὸν Υἱὸν ὑποτίθεται. Εἶτα φησίν· Ἵνα Υἱὸν Θεοῦ ζωοποιοῦντα τοὺς νεκρούς, φῶς ἀληθινόν, φῶς φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ἀγαθὸν καὶ χορηγὸν ἀγαθῶν. Ταῦτα πάντα ἀντὶ μέλιτος τινὸς τοῖς ἀκραιφνεστέροις προτείνων, ὑποκρύπτει τῇ γλυκύτητι τῶν ῥημάτων τοῦτον τὸν δηλητήριον. Εὐθὺς γὰρ ἐπάκει τοῖς εἰρημένοις τὸ φθοροποιὸν αὐτοῦ νόημα, λέγων· Οὐχὶ τῷ γεννήσαντι συγμερισάμενον τὴν δόξαν· οὐχ ἀλλῷ τινὶ τῇ πατρικῇ οὐσίᾳ· ἀλλὰ γενομένου ἐκ γεννήσεως ἐνδόξου, καὶ τῆς δόξης Κύριον. καὶ λαβόντα παρὰ τοῦ Πατρὸς δόξαν· οὐ τῆς ἐκείνου μεταλαβόντα δόξης, ἀμετάδοτος γὰρ ἡ δόξα τοῦ Παντοκράτορος, καθὼς εἶπε· «Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω.» Ταῦτά ἐστιν τὰ ἐπὶ θανάτου B φάρμακα, ἃ μόνοι διαγιγνώσκουσιν οἱ γεγυμνασμένοι τὴς ψυχῆς αἰσθήσεις. Τούτων δὲ ἡ θανατηφόρος κακία φανερώτερον ἐν τοῖς τελευταίοις τῶν εἰρημένων ἀνακαλύπτεται· Λαβόντα, φησὶ, παρὰ τοῦ Πατρὸς δόξαν, οὐ τῆς ἐκείνου μεταλαβόντα δόξης· ἀμετάδοτος γὰρ ἡ δόξα τοῦ Παντοκράτορος, καθὼς εἶπε· «Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω.» Τίς ἐστιν ὁ ἕτερος ἐκεῖνος ὃν εἶπεν ὁ Θεός, Τὴν δόξαν μου μὴ δώσω; Ὁ μὲν προφήτης περὶ τοῦ ἀντικειμένου λέγει· ὁ δὲ Εὐνόμιος εἰς αὐτὸν τὸν Μονογενῆ Θεὸν ἀναφέρει τὴν προφητείαν. Εἰπὼν γὰρ ἐκ προσώπου τοῦ Θεοῦ ὁ προφήτης, ὅτι Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω· προσέθηκεν ὅτι καὶ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. Ἐπεὶ γὰρ τὴν Θεῷ χρεουομένην λατρείαν καὶ προσκύνησιν τῷ ἀντικειμένῳ προσήγον δι’ ἀπάτης· οἱ ἄνθρωποι, τοῖς τῶν γλυπτῶν ἀφιδρύμασι τὸν ἐχθρὸν τοῦ Θεοῦ σκδα- ζόμενοι, τὸν πολυειδῶς ἐν τοῖς ἀνθρώποις διὰ τῶν εἰδώλων μορφοῦμενον. Οἴκτον λαβὼν τῆς ἀνθρωπίνης, ἀπωλείας ὁ τοὺς κακῶς ἔχοντας· ἰατρεύων, τὴν χρόνῳ ὑστερὸν γεννησομένην πρὸς αὐτοῦ φιλανθρωπίαν, ἐν τῷ ἀφανισμῷ τῶν εἰδώλων, διὰ τοῦ προφήτου προηγόρευσε,

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
