# Contra Eunomium 268.1.18-29

Gregorius Nyssenus, Contra Eunomium, 268.1.18 to 268.1.29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/268.1.18
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/268.1.18

Ἄλλ’ ἀμετάδοτον εἶναι φησι τὴν δόξαν τοῦ Παντοκράτορος· τοῦτο οὐδὲ ὁ Ἰωὴλ οὐδὲ ὁ μέγας Πέτρος μαρτυρεῖται, ὁ τὸν προφητικὸν λόγον ἐν τῇ δημηγορίᾳ τῇ πρὸς τοὺς Ἰουδαίους σκευωσάμενος. Φησὶ γὰρ ἐκ προσὤπου τοῦ Θεοῦ, ὁ τε προφήτης, καὶ ὁ ἀπόστολος, ὅτι Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. Ὁ τοίνυν τοῦ ἰδίου πνεύματος τῆς κοινωνίας πᾶσῃ σαρκὶ μὴ φθονήσας· πῶς τῷ Μονογενεῖ Υἱῷ τῷ ὄντι ἐν τοῖς κόλποις τοῦ Πατρός, τῷ πάντα ἔχοντι ὅσα ὁ Πατὴρ ἔχει, τῆς οἰκείας δόξης οὐ μεταδίδωσιν; Ἡ τάχα εἴποι τις ἂν ἀληθεύειν τὸν Εὐνόμιον ἐν τούτῳ καὶ μὴ βουλομένῳ; Ἐπὶ μὲν γὰρ τοῦ μὴ ἔχοντος οἴκοθεν τὴν δόξαν, κυρίως ἡ μετάδοσις λέγεται, ὅ τῷ ἔχοντι ἐκτὸς ἑαυτοῦ προσγίνεται οὐκ ἐκ φύσεως· ὅπου δὲ μία καὶ ἡ αὐτὴ καταλαμβάνεται φύσις, οὐ χρήζει τοῦ καθ’ ἕκαστον μεταδιδοῦτος ὁ ἐκεῖνο κατὰ τὴν φύσιν ὤν, ὅπερ ὁ Πατὴρ εἶναι πεπίστευται· μᾶλλον δὲ τρανωτέρον τε καὶ φανερώτερον εἰπεῖν, Ἔχει καλῶς. Τί χρήζει τῆς τοῦ Πατρὸς δόξης ὁ δλὸν ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα, οὐδενὸς τῶν ἐν τῷ Πατρὶ θεωρουμένων ὑφρημένου; τὶς δὲ καὶ ἡ τοῦ Παντοκράτορος ἀξία, ἥς ἀμέτοχον ὁ Εὐνόμιος τὸν Υἱὸν ἀποφαίνεται; λεγέτωσαν μὲν οὖν οἱ σοφοὶ παρ’ ἑαυτοῖς,

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
