# Contra Eunomium 271.1

Gregorius Nyssenus, Contra Eunomium, 271.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/271.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/271.1

Α φητείας ἐρμηνεύουσης ἡμῖν τοῦ Θεοῦ τοῦ ἀδιδίου, ἐν οἷς φησιν, Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. Εἰ οὖν τὸ ὑπάρχειν πρὸ τῶν αἰώνων, πάσης ἀρχῆς ἐστιν ἐξώτερον· ὁ τὴν πραιαιώνιον τῷ Υἱῷ ἀναθεὶς δόξαν, πολὺ πρότερον αὐτῷ τὴν ἐξ ἀδιδίου προσεμαρτύρησεν ὑπάρχειν. Οὐ γὰρ τὸ μὴ ἔν, ἀλλὰ τὸ ἐν πάντως δοξάζεται. Μετὰ ταῦτα δὲ, τῆς κατὰ τοῦ ἁγίου Πνεύματος βλασφημίας ἑαυτῷ τὰ σπέρματα καταβάλλει· οὐχ ἵνα τὸν Υἱὸν δοξάζῃ, ἀλλ’ ἵνα τῷ Πνεύματι τῷ ἁγίῳ ἐμπαροινήσῃ. Βουλόμενος γὰρ μέρος τῆς ἀγγελικῆς δυνάμεως ἀποδεῖξαι τὸ Πνεῦμα τὸ ἅγιον, τοῦτο προσέερμηνεν, εἰπών, ὅτι Δοξαζόμενον ὑπὸ τοῦ πνεύματος δι’ αἰῶνος· καὶ πάσης λογικῆς καὶ γεννητῆς οὐσίας· ὡς μηδεμιαν εἶναι διαφορὰν τῷ Πνεύματι τῷ ἁγίῳ πρὸς πᾶν τὸ γινόμενον, εἴπερ οὕτω δοξάζει τὸν Κύριον τὸ Πνεῦμα τὸ ἅγιον. Ὅς καὶ τὰ ἄλλα πάντα περὶ ὧν ὁ Προφήτης διέξεισιν, οἱ ἄγγελοι καὶ αἱ δυνάμεις, καὶ τῶν οὐρανῶν οἱ οὐρανοί, καὶ τὸ ὑπερχομόν ὕδωρ. Καὶ τὰ ἐν γῆς πάντα, δράκοντες, ἄβυσσοι, πῦρ, χλάζα, χιών, κρύσταλλος, πνεῦμα καταγίδος, τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι, τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πτεινὰ πτερωτά. Εἰ οὖν μετὰ τούτων λέγει δοξάζειν τὸν Κύριον καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἐν τοῖσιν εἶναι πάντως καὶ αὐτό, ἡ θεομάχος ἀποφαίνεται γλῶσσα.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
