# Contra Eunomium 271.2

Gregorius Nyssenus, Contra Eunomium, 271.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/271.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/271.2

Τὰ δὲ ἐφεξῆς τούτοις ἀσυναρτήτως προσεξεῖμένα ὑπερθνᾶι ἡμῖ δεῖν καλῶς ἔχειν, οὐχ ὡς ἀλήττως ἔχοντα, ἀλλ’ ὡς δυνάμενα καὶ παρὰ τῶν εὐσεβούντων λέγεσθαι, εἴπερ διαζευχθῇ τῆς κακοσρόπου ἐκφράσεως. Εἰ γὰρ τι καὶ πρόσκειται παρ’ αὐτοῦ τῶν εἰς εὐσέβειαν συντεινόντων, ἀντὶ δελεάσματος το τοιούτῳ τοῖς ἀκραιοτέροις προτείνεται, ἵνα συγκαταποθῇ τούτοις καὶ τὸ τῆς ἀσεβείας ἄγκιστρον. Εἰπὼν γὰρ τινα ἄπερ ἂν καὶ ὁ ἐκκλησιαστικὸς εἴποι, προστίθησιν, Ὑπήκοος πρὸς τὴν ἑργαίαν δημιουργίαν καὶ γένεσιν, ὑπήκοος πρὸς πᾶσαν διοίκησιν, οὐχ ἐκ τῆς ὑπακοῆς προσλαβὼν τὸ εἶναι Υἱὸς Θεός, ἀλλ’ ἐκ τοῦ Υἱὸς εἶναι καὶ γεννηθῆναι Μονογενὴς Θεός, γενόμενος ὑπήκοος ἐν λόγοις, ὑπήκοος ἐν ἔργοις. Καίτοι τις οὐχ οἶδε τῶν ταῖς θείαις καθομιληκότων φωναῖς, πότε εἴρηται παρὰ τοῦ μεγάλου Παύλου καὶ τοῦτο ἐπ’ ἀπαξ περὶ αὐτοῦ, ὅτι ὑπήκοος ἐγένετο; Ὅτε γὰρ ἐπὶ τῇ πληρώσει τοῦ διὰ τοῦ σταυροῦ μυστηρίου ἦλθεν, ὁ κενώσας ἑαυτὸν ἐν τῇ τοῦ δούλου μορφῇ, καὶ ταπεινώσας ἑαυτὸν πρὸ τοῦ ἀνθρώπου ὁμοιώματι τε καὶ σχήματι, εὑρεθεὶς ὡς ἄνθρωπος ἐν τῇ ταπεινῇ τῶν ἀνθρώπων φύσει, τότε ὑπήκοος γίνεται, ο τὰς ἀσθενείας ἡμῶν ἀναλαβὼν καὶ τὰς νόσους βαστάσας, τὴν παρακοὴν τῶν ἀνθρώπων διὰ τῆς ἰδίας ὑπακοῆς ἐξιώμενος, ἵνα τῷ μώλωπι αὐτοῦ τὸ ἡμέτερον ἰάσηται τραῦμα, καὶ διὰ τοῦ ἰδίου θανάτου τὸν κοινὸν θάνατον τῶν ἀνθρώπων ἐξαφανίσῃ, τότε δι’ ἡμᾶς ὑπήκοος γίνεται, ὡς καὶ ἁμαρτία καὶ κατάρα διὰ τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν ἐγένετο, οὐ φύσει τοῦτο ὄν, ἀλλὰ κατὰ φιλαθρωπίαν γενομένην. Τὸν δὲ τοιούτων ὑπακοῶν κατάλογον,

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
