# Contra Eunomium 275.2

Gregorius Nyssenus, Contra Eunomium, 275.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/275.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/275.2

Ταῦτα γενικῶς εἴρηται δι' ὀλίγων, ὅσα δι' ὁμοιότητος τινος τὸν παραλογισμὸν ἐμποιοῖ τοῖς αἰσθητηρίοις, ἄλλο τι παρ' ὃ ἐστι νομιζόμενα. Ἔξεστι δὲ διὰ φιλοπονωτέρας τῆς ἐξετάσεως, πλατύναι διὰ τῶν πραγμάτων τὸν λόγον, ὅσα ἐτερογενῆ μὲν ἔχει προσάλληλα · διὰ δὲ τινος τῶν παρεπομένων ὁμοιοῦσθαι τὸ ἕτερον τῷ ἑτέρῳ νομίζεται· ἆρα μὴ τι τοιούτων ὁμοιότητος εἶδος ἐπιβούλευε τῷ Υἱῷ; Ἀλλ' οὐχ ἂν εἰς τοῦτο παραπληξίας ἔλθοι, ὥστε τὴν ἀπατηλὴν ὁμοιότητα ἐπὶ τῆς ἀληθείας βλέπειν. Πάλιν ἄλλην ὁμοιότητα ἐν τῇ θεοπνεύστῳ Γραφῇ διδάχθωμεν παρὰ τοῦ εἰπόντος, ὅτι Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Ἀλλ' οὐκ ἐν οἴμαι τὸν Εὐνόμιον ἐπὶ τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς τοῦτο βλέπειν τὸ εἶδος τῆς ὁμοιότητος, ὡς ταύτῳ τῷ ἀνθρώπῳ τὸν Μονογενῆ Θεὸν ἀποφήνασθαι. Οἴδαμεν καὶ ἕτερον ὁμοιότητος εἶδος, ὅπερ ἐν τῇ κοσμογενείᾳ φησὶ περὶ τοῦ Σὲθ ὁ λόγος· ὅτι Ἐγέννησε τὸν Σὲθ ὁ Ἀδὰμ κατὰ τὸ εἶδος αὐτοῦ καὶ κατὰ τὴν ὁμοιότητα, ὅπερ εἰ λέγοι ὁ Εὐνόμιος, οὐκ ἀπόβλητον τὸν λόγον ποιοῦμεθα. Ἐνταῦθα γὰρ, οὔτε ἡ φύσις τῶν ἀλλήλοις ὁμοιουμένων διάφορος, καὶ ὁ χαρακτὴρ καὶ τὸ εἶδος τὴν κοινωνίαν ἔχει· ταῦτα δὲ ταῦτά ἐστιν, ὅσα περὶ τῆς τοῦ ὁμοίου διαφορᾶς ἡμεῖς ἐνόησαμεν. Ἰδωμεν τούνυν πρὸς τί βλέπων ὁ Εὐνόμιος, τὴν ἐξαιρετοῦν ἐκείνην ὁμοιότητα πρὸς τὸν Πατέρα μαρτυρεῖ τῷ Υἱῷ λόγῳ, ὁμοιον εἶναι τῷ γεννήσαντι μόνον κατ' ἐξαιρετοῦν ὁμοιότητα κατὰ τὴν ἰδιάζουσαν ἔννοιαν, οὐχ ὡς Πατρὶ Πατέρα. Οὐ γὰρ εἰσι δύο Πατέρες. Τὴν κατ' ἐξαιρετοῦν ὁμοιότητα τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα δεῖξαι εὐηγγελιάμενος, ὅπως μὴ προσήκει νοεῖν αὐτὸν ὁμοιον κατασκευάζει τῷ λόγῳ. Εἰπὼν γὰρ ὅτι οὐχ ὡς Πατρὶ Πατὴρ ὁμοιος, κατεσκεύασε τῷ λόγῳ, ὅτι οὐχ ὁμοιος. Καὶ πάλιν προσθεὶς, ὅτι οὔτε ὡς ἀγεννητῷ ἀγέννητος, καὶ διὰ τοῦτο ἀπεῖπε νοεῖν ἐπὶ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα τὴν ὁμοιότητα· εἶτα ἐπαγαγὼν, οὔτε ὡς Υἱῷ Υἱὸς, τρίτον ἐπήγαγε νόημα, δι' οὗ παντάπασιν τὸν τοῦ ὁμοίου παραφέρεται λόγον. Οὕτως μὲν οὖν τοῖς ἰδίοις ἐπεταὶ λόγοις, τὴν τοῦ ὁμοίου ἀποδείξειν διὰ τῆς κατασκευῆς τοῦ ἀνομοίου ποιοῦμενος· τὸ δὲ σοφὸν αὐτοῦ καὶ ἀπλοῦν, ὅ τοῖς διορισμοῖς ἐπιδείκνυται. Υἱὸν γὰρ Πατρὶ ὁμοιον εἶναι εἰπὼν, ἀσφαλίζεται τὴν ἀκοήν, μὴ δεῖν ὡς Πατέρα Πατρὶ τὸν Υἱὸν εἶναι νοεῖν. Τίς δὲ οὕτως ἐν ἀνθρώποις ἀνόητος, ὥστε Υἱὸν ὁμοιον τῷ Πατρὶ μαθὼν εἶναι, εἰς τὴν Πατρὸς πρὸς τὸν Πατέρα ὁμοιότητα τοῖς λογισμοῖς ἐναχθῆναι; Οὐδὲ ὡς Υἱῷ, φησὶ, Υἱόν· πάλιν τὸ ἴσον ἐν τῷ διορισμῷ ἡ δριμύτης ἔχει. Πατρὶ Υἱὸν ὁμοιον εἶναι εἰπὼν, τὸ μὴ δεῖν ὡς πρὸς Υἱὸν ἄλλον ὁμοίως ἔχειν

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
