# Contra Eunomium 281.1

Gregorius Nyssenus, Contra Eunomium, 281.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/281.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/281.1

Δ ὧν ἀνθρώπων ὅτι ἡ ἐποίησα ἐν σαββάτῳ. Ἐφανέρωσε δὲ τὸ τοῦ ὅλου νόημα, ἐν μὲν τοῖς ἄλλοις Εὐαγγελίοις, πρὸς τὸν διὰ τῆς κλίνης ἐν τῷ μέσῳ κεχλασμένον εἰπών, Ἀφέωνται σοι αἱ ἁμαρτίαι - ὅπερ ψυχῆς ἐστὶν ἴασις 94 καὶ δι. Ἐγείρου καὶ περιπλάτει ὅπερ εἰς τὴν σάρκα βλέπει. Ἐν δὲ τῷ κατὰ Ἰωάννην, μετὰ τὸ δοῦναι τὴν ὑγίειαν τῷ σώματι καὶ τὴν ψυχὴν ἐλευθερώσας τῆς ἰδίας νόσου, οὕς ὁς εἶπεν, ὅτι Ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε ἔντεῦθεν ὁ δι' ἀμφοτέρων τεθεραπευμένος, ἐν ψυχῇ τε λέγω καὶ σώματι. Οὕτω γὰρ φησι καὶ Παῦλος, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον. Καὶ οὕτως ἐν τῷ καιρῷ τοῦ πάθους προλέγει, τὸ ἑκουσίως ἀποσπᾶν τὴν ἑαυτῆς ψυχὴν ἀπὸ τοῦ ἰδίου σώματος, λέγων Ὁδεὶς αἴρει τὴν ψυχὴν μου ἀπ' ἐμοῦ· ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. Ἔχωσίαν ἔχω θεῖναι τὴν ψυχὴν μου, καὶ ἔξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Ἄλλα καὶ ὁ προφήτης Δαβὶδ κατὰ τὴν ἐρμηνείαν τοῦ μεγάλου Πέτρου, εἰς αὐτὸν προορώμενος εἶπεν, ὅτι Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὁσιόν σου ἰδεῖν διαφθοράν· οὕτω δὲ ὁ ἀπόστολος Πέτρον τὸ ῥητὸν ἐρμηνεύσαντος, ὅτι οὔτε ἡ ψυχὴ αὐτοῦ ἐγκαταλείφθη εἰς τὴν ᾅδην, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. Ἡ γὰρ θεότης καὶ πρὸ τῆς σαρκός, καὶ ἐν τῇ σαρκί, καὶ μετὰ τὸ πάθος ἀεὶ ὡσαύτως ἔχει, ὅ ἦν τῇ φύσει πάντοτε ὡσα καὶ εἰς ἀεὶ διαμένουσα. Ἐν δὲ τῷ πάθει τῆς ἀνθρωπίνης φύσεως, τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν ἐπλήρωσεν, διαζεύξασα τὴν ψυχὴν πρὸς καιρὸν ἐκ τοῦ σώματος, χωρισθεῖσα δὲ οὐδετέρου ᾧ ἀπαξ συνανεχράθη, καὶ πάλιν τὰ διεστῶτα συνάψασα, ὥστε ἀκολουθίαν καὶ ἀρχὴν δοῦναι πᾶση τῇ ἀνθρωπίνῃ φύσει τῆς ἐκ νεκρῶν ἀναστάσεως· ἵνα τὸ φθαρτὸν ἅπαν ἐνδύσται ἀφθαρσίαν, καὶ τὸ θνητὸν τὴν ἀθανασίαν· τῆς ἀπαρχῆς ἡμῶν διὰ τῆς πρὸς τὸν Θεὸν ἀνακράσεως εἰς θείαν φύσιν μεταποιηθείσης· καθὼς εἶπεν ὁ Πέτρος, ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε· καὶ πολλὰ τοῦ τοιούτου δόγματος ἐκ τῶν ἁγίων Εὐαγγελίων ἐστὶν εἰς συμπαχίαν λαβεῖν· πῶς ὁ Κύριος τῷ κατὰ Χριστὸν ἀνθρωπίνῳ, τὸν κόσμον ἑαυτῷ καταλλάσσων, ἐπεμέρισε τῇ ψυχῇ τε καὶ τῷ σώματι τὴν παρ' αὐτοῦ γινωμένην τοῖς ἀνθρώποις εὐεργεσίαν· θελὼν μὲν διὰ τῆς ψυχῆς, ἐφἀπτόμενος δὲ διὰ τοῦ σώματος· ἀλλὰ περιττὸν ἂν εἴη πάντα διεξόντα, ὅχλον ἐπεισάγειν τῷ λόγῳ.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
