# Contra Eunomium 282.2

Gregorius Nyssenus, Contra Eunomium, 282.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/282.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/282.2

Καὶ περὶ μὲν τῆς εἰς τὸν Υἱὸν βλασφημίας τοσαῦτα· Ὁμῶν δὲ καὶ ὅσα περὶ τοῦ ἁγίου Πνεύματος διεξέρχεται. Μετὰ τοῦτο, Πιστεύομεν, φησίν, εἰς τὸν Παράκλητον τὸ Πνεῦμα τῆς ἀληθείας. Ἐγὼ δὲ δῆλον οἶμαι πᾶσιν εἶναι τοὺς ἐντυγχάνουσιν, πρὸς ὅ τι βλέπων παρατρέπεται τὴν ὑπὸ τοῦ Κυρίου παραδοθεῖσαν τῆς πίστεως ἔκθεσιν περὶ τοῦ Υἱοῦ καὶ Πατρὸς λόγους. Τῆς ἀτοπίας ταύτης ἀπελεγχθείσης, ὅμως δὲ καὶ νῦν δι’ ὀλίγων τῶν σποχῶν αὐτοῦ τὴς κακουργίας φανερὸν καταστήσαι πεπράσμαι. Ὡς γὰρ ἔχει· Πατέρα οὐκ εἶπεν, ἵνα μὴ τῇ ἀξιώτητι τοῦ Πατρὸς τὸν Υἱὸν συνενδέξηται, οὐδὲ τὸν Υἱὸν ὠνόμασεν, ἵνα μὴ τὴν κατὰ τὴν φύσιν οἰκειότητα τῇ· φωνῇ ταύτῃ συμπαράστηση· οὕτω καὶ νῦν οὐ λέγει Πνεῦμα ἅγιον, ἵνα μὴ τὸ μεγαλεῖον τῆς δόξης αὐτοῦ καὶ τὸ κατὰ πάντα ἡνωμένον Πατρὶ τε καὶ Υἱῷ διὰ τοῦ ὀνόματος τοῦτο συνομολογήση. Ἐπειδή γὰρ τῷ Πατρὶ καὶ τῷ Υἱῷ, κατὰ τὸν Ἰωὴν ἢ τε τοῦ Πνεύματος καὶ ἡ τοῦ ἁγίου κλῆσις παρὰ τῆς Γραφῆς ἐφαρμόζεται (πνεῦμα γὰρ ὁ Θεός, καὶ πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος, καὶ ἅγιος Κύριος ὁ Θεός, καὶ εἰς ἅγιος, εἰς Κύριος Ἰησοῦς Χριστός), ἵνα μὴ τις γένηται τοῖς ἀκούουσιν ἁγίου Πνεύματος εὐσέβει διὰ τούτων ὑπαληψις, ἢ διὰ τοῦ κοινωνεῖν τε τῷ Πατρὶ καὶ τῷ Υἱῷ τῆς ἑνδέξου κλήσεως ἐγγυνομένη· τούτου χάριν παραχρῶσάμενος τὴν ἀκοὴν τῶν ἀνθρώπων, τῆς παρὰ Θεοῦ προεκτεθείσης πίστεως ἐν τῇ παραδόσει τοῦ μυστηρίου ὑπαλλάσσει τὰ ῥήματα· ὥστερ ὁδοποίησας διὰ τῆς ἀκολουθίας ταύτης τὴν κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου ἀξέδειαν. Εἰ γὰρ εἶπεν ὅτι Πιστεύομεν εἰς τὸ Πνεῦμα τὸ ἅγιον, Πνεῦμα δὲ ὁ Θεός, ὑπέκρουσεν ἄν ὅ τα δεῖα παιδευθεῖνός, ὅτι Εἰ χρὴ πιστεύειν εἰς τὸ Πνεῦμα τὸ ἅγιον· πνεῦμα δὲ ὁ Θεὸς ὀνομάζεται· οὐκ ἄλλο τι κατὰ τὴν φύσιν ἐστίν, ἢ ἐκεῖνο πάντως ὁ διὰ τῶν αὐτῶν ὀνομάτων κυρίως κατονομαζέται. Ὅσα γὰρ οὐ ψευδῶς, οὐδὲ ἐκ καταχρήσεως, ἀλλὰ κυρίως ὑπὸ τῶν αὐτῶν ὀνομάτων δηλοῦται, τούτων ἀνάγκη πᾶσα μίαν καὶ τὴν αὐτὴν ὁμολογεῖσθαι φύσιν, τούτοις αὐτοῖς σημαινομένῃ ὀνόμασι. Διὰ ταῦτα σωπήσας τὴν παρὰ

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
