# Contra Eunomium 285.1

Gregorius Nyssenus, Contra Eunomium, 285.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/285.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/285.1

ἄτι ἀκοὴ ἀκούσεται, καὶ οὐ μὴ συντῇ· δεκινῶς, ὡς οἶμαι, δι’ αὐτῆς τῆς ἁγίας Γραφῆς, ὅτι πᾶσα ὁπτασία δεοποιεῖ, καὶ πᾶσα θεοφάνεια, καὶ πᾶς λόγος ἐκ προσώπου Θεοῦ λεγόμενος, ἐπὶ τοῦ Πατρὸς νοεῖται, καὶ ἐπὶ τοῦ Υἱοῦ, καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ ἁγίου. Διὰ τοῦτο τὸν Δαβὶδ ἐπιοῦντος, καὶ παρώργισαν τὸν Θεὸν ἐν τῇ ἐρήμῳ, καὶ παρώξυναν αὐτὸν ἐν τῇ ἀνύδρῳ, ὁ Ἀπόστολος εἰς τὸ Πνεῦμα τὸ ἅγιον ἀναφέρει τὰ παρὰ τῶν Ἰσραηλιτῶν κατὰ τοῦ Θεοῦ γεγενημένα, οὕτως γράφας τῷ ῥήματι Διό, καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον, Μὴ σκληρύνετε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασαν με οἱ πατέρες ὑμῶν, καὶ τὰ ἄλλα πάντα τῷ προσώπῳ τοῦ ἁγίου Πνεύματος ἀνατίθησι, ὅσα ἡ προφητεία πρὸς Θεὸν ἀναφέρει. Οἱ δὲ τρεῖς ἡμῖν θεοὺς διὰ τῶν τούτων ἐπιθρυλλοῦντες δογμάτων, οὔπω τάχα οὐδὲ ἀριθμεῖν ἐδιδάχθησαν. Εἰ γὰρ ὁ Υἱὸς καὶ ὁ Πατὴρ οὐ μερίζονται ἀπ’ ἀλλήλων εἰς δυϊκὴν σημασίαν (ἐν γάρ εἰσι, καὶ οὐχὶ δύο, κατὰ τὴν τοῦ Κυρίου φωνήν· ἐν δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον), πῶς τὸ ἐνὶ συντιθέμενον εἰς τριῶν θεῶν ἀριθμὸν διασχίζεται; ἢ δῆλον πάντως ἐστίν, ὅτι οὐχ ἂν τις ἐπικαλεῖσθαι ἡμῖν τριῶν θεῶν ἀριθμὸν, μὴ πρότερον αὐτὸς θεῶν δυάδα ἐν τῷ ἰδίῳ δόγματι κατασκευάζων. Τοῖς γὰρ δύο τὸ ἐν συντιθέμενον, τὴν Τριάδα τῶν θεῶν ἀπεργάζεται· παρ’ ὃν δὲ εἰς προσκυνεῖται Θεός, ἐπ’ ὀνόματι Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου, ποίαν ἔχει χώραν ἡ τῶν τριῶν θεῶν κατηγορία;

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
