# Contra Eunomium 286.1

Gregorius Nyssenus, Contra Eunomium, 286.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/286.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/286.1

Καὶ γὰρ καὶ τὴν ἄλογον φύσιν ὑποταχθῆναι φησιν ὁ Προφήτης, καὶ τοὺς ἐν πολέμῳ κεκρατημένους τῷ αὐτῷ ὑπάγει νόμῳ, καὶ δούλους τοῖς ἰδίοις δεσπόταις ὑποτάσσεσθαι νομοθετεῖ ὁ Ἀπόστολος, καὶ τὰ τέκνα ἐν ὑποταγῇ ἔχειν τοὺς τῆς ἱερουσίας προεστηκότας διακελεύεται· ὡς τῆς γινωμένης παρ’ αὐτῶν ἀταξίας, καὶ ὁμοιότης τῶν Ἡλὲ τοῦ Ἱερέως παίδων, εἰς τοὺς πατέρας διαβαίνουσαν. Ἄλλὰ καὶ πάντων τῶν ἀνθρώπων τὴν πρὸς τὸν Θεὸν ὑποταγὴν, ὅταν ἐνωθέντες οἱ πάντες ἀλλήλοις, διὰ τῆς πίστεως ἐν σώμα τοῦ Κυρίου τοῦ ἐν πᾶσι ὄντος γενώμεθα, τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ὑποταγὴν ὁ Ἀπόστολος λέγει, τῆς παρὰ πάντων ὁμοθυμαδὸν γινωμένης τῷ Υἱῷ προσκυνησεως παρὰ τῶν ἐπουρανίων, καὶ τῶν ἐπιγείων, καὶ τῶν καταχθονίων, εἰς τὸν τοῦ Πατρὸς δόξαν διαβαίνουσα· οὕτως εἰπόντος τοῦ Παύλου, ὅτι Αὐτῷ κάμψει πᾶν γένος ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Οὐ γυνόμενου, τὸν ἐν πᾶσι ὄντα Υἱὸν διὰ τῶν πάντων, ἐν οἷς ἐστὶν ὁ Υἱός, ὑποταγὴν αὐτὸν ὑποτάσσεσθαι τῷ Πατρὶ, ἡ μεγάλη τοῦ Παύλου διαδαιούται σοφία. Τίνα οὖν ἐπιθρυλεῖ τῷ Πνεύματι τὴν καθάπαξ ὑποταγὴν ὁ Εὐνόμιος; οὐκ ἔστιν ἐκ τῆς προσειρήσης πρ’ αὐτοῦ διδαχθῆναι φωνὴς τῶν ἀλόγων, ἢ τῶν αἰχμαλώτων, ἢ τῶν σκετῶν, ἢ τῶν σωφρονιζομένων τέκνων, ἢ τῶν διὰ τῆς ὑποταγὴς σωζομένων. Ἡ γὰρ πρὸς τὸν Θεὸν τῶν ἀνθρώπων ὑποταγὴ, σωτηρία τοῖς ὑποτασσομένοις ἐστίν. Κατὰ τὴν τοῦ Προφήτου φωνὴν ἢ φησιν, Ὑποτάσσεσθαι τῷ Θεῷ τὴν ψυχὴν, ἐπειδὴ παρ’ αὐτοῦ γίνεται διὰ τῆς ὑποταγὴς τὸ σωτήριον· ὡς εἶναι τὴν ὑποταγὴν, τῆς ἀπολύσεως ἀλεξίτριον. Σπερε τοὺν ἰατρικῇ τὰς νοσοῦσι σπουδάζεται, οὕτως καὶ ἡ ὑποταγὴ τοῖς δεομένοις τῆς σωτηρίας. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον τὸ ζωοποιοῦν τὰ πάντα, ποίας ἔνδεές ἐστι ζωῆς, ἵνα διὰ τῆς ὑποταγὴς τὴν σωτηρίαν ἑαυτῷ κατακτήσηται; Ἐπειδὴ τοὺν οὐδ’ ἀπὸ τινὸς θείας φωνῆς τὸ τοιοῦτον ἐπιθρυλεῖν ἔχει τῷ Πνεύματι, οὔτε ἐκ τῶν εἰκόνων λογισμῶν ἀκολουθίας ταύτην, κατὰ τοῦ ἁγίου Πνεύματος τὴν βλασφημίαν προήχθαι· δῆλον ἂν εἴη τοῖς νοῦν ἔχουσιν, ὅτι ἀσυνηγόρητον ἐκτίθεται κατ’ αὐτοῦ τὴν ἀσέβειαν, οὔτε μαρτυρίᾳ τινὶ Γραφικῇ, οὔτε μὴν ἀκολουθίᾳ λογισμῶν κρατουμένην. Προστίθησι δὲ τούτοις, ὅτι Οὔτε κατὰ τὸν Πατέρα, οὔτε τῷ Πατρὶ συναριθμούμενος, εἰς γὰρ ἐστὶ καὶ μόνος Πατὴρ ὁ ἐπὶ πάντων Θεός· οὔτε τῷ Υἱῷ συνεξισούμενος, μονογενὴς γὰρ ἐστὶν ὁ Υἱός, οὐδένα ἔχων ὁμογενῆ. Ἐγὼ μὲν, εἶπε μόνον τοῦτο τῷ λόγῳ προσέθηκε, τὸ μὴ εἶναι πατέρα τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, μάταιον παρ’ τούτοις ἤμην τοῖς παρὰ μηδενὸς ἀμφισβητουμένοις ἐμριχολογεῖν, ἕνεκα περὶ αὐτοῦ νοεῖν καλοῦντα, ἄπερ οὐδ’ ἄν τῶν ἄγαν τις ἀνὼν ὑποψιοῖτο. Ἐπειδὴ δὲ διὰ τῶν ἀνοιχείων τε καὶ ἀπροσχόλων κατασκευάζειν ἐπιχειρεῖ τὴν ἀσέβειαν, δι’ ὧν μὴ εἶναι λέγει τοῦ Μονογενοῦς πατέρα τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τούτων ἀποδεικνύσιν

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
