# Contra Eunomium 291.1

Gregorius Nyssenus, Contra Eunomium, 291.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/291.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/291.1

Α Οἴκουν ταῦτα εἰ κατὰ τὸν προφητικὸν ἐφηται νοῦν, τῆς θεότητος τοῦ Πνεύματος μαρτυρία ἐστίν· εἰ δὲ ἐναντιοῦται τῇ προφητείᾳ, δι’ αὐτοῦ τοῦτο κατ-ηγορεῖται ἡ βλασφημία, ὅτι τοῖς ἁγίοις προφήταις ἀντιδοξάζει τῷ λόγῳ. Εἰσὰ γὰρ· Φωτίζων τὰς ψυχὰς τῷ φωτὶ τῆς γνώσεως. Ταύτην χάριν Πατρὶ τε καὶ Υἱῷ καὶ Πνεύματι ἁγίῳ ὁ τῆς εὐσεβείας ἀνατέθηκε λόγος. Ἐκεῖνος γὰρ φωτισμὸς παρὰ τοῦ Δαβὶδ ὀνο-μάζεται, καὶ ἐκεῖθεν τὸ φῶς τῆς γνώσεως τοῖς φωτι-ζομένοις ἐγγίνεται. Ὁσαύτως δὲ καὶ ἡ καθαρις τῶν λογισμῶν, ἴδιον, ὡς φησιν ὁ Λόγος, τῆς τοῦ Κυρίου δυνάμεως. Τὸ γὰρ ἀπαῖγασμα τῆς δόξης καὶ ὁ χαρα-κτὴρ τῆς ὑποστάσεως τῶν καθαρισμῶν τῶν ἁμαρτιῶν ἡμῶν ἐποίησατο· τὸ δὲ ἀπεῖργειν τοὺς δαίμονας, ὁ τοῦ Πνεύματος ἴδιον φησιν ὁ Εὐνόμιος, τοῦτο καὶ ὁ μονογενὴς Θεός, ὁ λέγων τῷ δαιμόνι, ὅτι Ἐγὼ ἐπι-τάσσω σοι, προσμαρτυρεῖ τῇ δυνάμει τοῦ Πνεύματος, λέγων· Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια. Ὡστε οὐκ ἐστὶ καθαρισμὸς τῆς δόξης τοῦ Πνεύματος ἡ τῶν δαιμόνων ἀναίρεσις, ἀλλὰ σύστασις τῆς θείας αὐτοῦ καὶ ὑπερεχούσης δυνάμεως. Νο-σοῦντας, φησὶ θεραπεύων, ἀρρωστοῦντας ἰώμε-νος, θλιβομένους παρακαλῶν, ὀλισθόντας ἀνορ-θῶν, πονοῦντας ἀναπαύμενος. Ταῦτα τῶν εὐ-σεβούντων περὶ τοῦ ἁγίου Πνεύματος ἐστὶ τὰ ῥήματα. Οὐ γὰρ ἂν ἄλλῳ τις ἀναθεῖ τούτων ἑκάστου τὴν ἐνέργειαν πλὴν τῷ Θεῷ. Εἰ τοίνυν ἄπερ οὐδενὸς ἐστὶ ποιεῖν, ἢ Θεοῦ μόνου, ταῦτα τῇ δυνάμει τοῦ Πνεύμα-τος ἐνεργεῖσθαι διαβεβαιοῦσι τῆς αἱρέσεως, ἔχομεν ὑπὲρ ὧν σπουδάζομεν καὶ τὴν παρὰ τῶν ἐχθρῶν μαρτυ-ρίαν· πῶς; παρὰ τοῦ Θεοῦ ὁ Προφήτης ζητεῖ τὴν ἴασιν, λέγων· Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενῶ εἰμι. Ἰασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου· Τῷ Θεῷ λέγει ὁ Ἠσαΐας, ὅτι Ἡ δρόσος ἡ παρὰ σοῦ, ἴαμα αὐτοῖς ἐστίν. Καὶ τῶν πλανωμένων ἐπι-στροφή, Θεοῦ ἔργον εἶναι ἡ προφητεία μαρτυρεῖται. Ἐπλανήθησαν γὰρ, φησίν, ἐν τῇ ἐρήμῳ ἐν ἄν-ιδῷ. Καὶ ἐπήγαγεν, ὅτι Καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν, τοῦ πρευθῆναι εἰς πόλιν κατοικη-τηρίον. Καὶ, Ἐν τῷ ἐπιστρέφαι Κύριον τὴν αἰχ-μαλωσίαν Σιὼν. Ὁσαύτως δὲ καὶ ἡ τῶν θλιβομένων παράκλησις εἰς Θεὸν ἀναφέρεται, οὕτως εἰπόντος τοῦ Παύλου· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν. Καὶ ὁ Προφήτης, ἐκ προσώπου τοῦ Θεοῦ φησίν· Ἐν θλίψει ἐκαλεσά-σομαι, καὶ εὐρήσάμην σε. Ἡ δὲ τῶν ὀλισθόντων ἀνόρθωσις, μυριοτρόπως ὑπὸ τῆς Γραφῆς εἰς τὴν τοῦ Κυρίου δύναμιν ἀναφέρεται. Ὠσθὲς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου· καὶ, Ὄταν πέσῃ οὐ καταρραγθησεται, ὅτι Κύριος ἀντιστηρι-ξεῖ χεῖρα αὐτοῦ· καὶ, Κύριος ἀνθρώπου κατεφθαρ-μένου πτωνορωπίας τὴν ὁμολογίαν ἔχει· εἴπερ δ

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
