# Contra Eunomium 292.1

Gregorius Nyssenus, Contra Eunomium, 292.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/292.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/292.1

Μέχρι μὲν οὖν τούτου, διὰ τῆς τῶν ἐχθρῶν μαρτυρίας ἀποδείκνυται τὸ μεγαλεῖον τοῦ Πνεύματος· ἐν δὲ τοῖς ἐφεξῆς πάλιν τῷ αἱρετικῷ βορβόρῳ τὸ καθαρὸν τῆς εὐσεβείας καταμολύνεται. Φησὶ γὰρ περὶ τοῦ Πνεύματος, ὅτι Τοῖς ἀγωνιζομένοις ὑποφωνεῖ. Τοῦτο δὲ τῆς ἐσχάτης ἀνοίας τε καὶ ἀσεβείας τὴν κατηγορίαν ἔχει. Ἐν γὰρ τοῖς σταδίοις, οἱ μὲν ἀγωνοθετοῦσι τοῖς μέλλουσι τὴν ἀθλητικὴν ἰσχὺν ὑποδείκνυσθαι· οἱ δὲ τῇ δυνάμει καὶ τῇ τέχνῃ τῶν ἄλλων προέχοντες, ὑπὲρ τῆς νίκης ἀθλοῦσι, πρὸς τοὺς κατ' ἀλλήλων ἀγῶνας ἀποδυόμενοι· οἱ δὲ λοιποὶ ταῖς εὐνοίαις πρὸς τοὺς ἀγωνιστὰς μεριμνοῦσι, ὅπως ἂν σχῶσιν ἕκαστος περὶ τινὰ τῶν ἀθλητῶν σπουδὴς τε καὶ διαθέσεως, ἐν τῷ καιρῷ τῆς συμπλοκῆς ὑποφωνοῦσιν· ἢ καὶ τὸ προῖδειν τὴν βλάβην, ἢ τὸ μνησθῆναι παλαισματος, ἢ τὸ φυλάττει διὰ τῆς τέχνης ἐκτυπὸν ἀκατάπτωτον. Εἰς τινὰ τοίνυν τάξιν τὸ Πνεῦμα τὸ ἅγιον καθίστησιν ὁ Εὐνόμιος, ἐκ τῶν εἰρημένων κατανοήσατε· ἐν γὰρ τοῖς σταδίοις, τῶν μὲν ἀγωνοθετουμένων, τῶν δὲ κρινόντων τὴν νόμιμον ἀθλησιν, τῶν δὲ ἀγωνιζομένων, τῶν δὲ τοῖς ἀγωνιζομένοις ὑποφωνούντων, οὐτινες ὁμολογοῦνται πολὺ τῶν ἀθλούντων εἶναι κατωθεῖστέροι· ὡς ἕνα τῶν ἐκ τοῦ δήμου θεαμένων, ἢ τινὰ τῶν τοῖς ἀθληταῖς ὑπηρετουμένων, τὸ Πνεῦμα τὸ ἅγιον ὁρᾷ ὁ Εὐνόμιος· ὁ μήτε ἀγωνοθετεῖ, μήτε χρεῖνει τὴν νίκην, μήτε πρὸς τὸν ἀντίπαλον ἀγωνίζεται, ἀλλὰ δι' ὑποφωνήσεως συνεργεῖ μὲν πρὸς τὴν νίκην οὐδέν. Οὔτε γὰρ ἐπαιωνίζειται, οὔτε τὴν πρὸς αὐτὸ τοῦτο δύναμιν ἔμποισι· βούλεται δὲ μόνον, μὴ δεύτερον δεηχθῆναι τῶν ἀντιπάλων τὸν παρ' αὐτοῦ σπουδαζόμενον. Καὶ Παῦλος μὲν ἀγωνίζεται πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, καὶ πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους, καὶ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Τὸ δὲ Πνεῦμα τῆς δυνάμεως οὐχὶ ἐνισχύει τοὺς ἀθλητάς, οὐδὲ διανέμει τοῖς ἀθληταῖς τὰ χαρίσματα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται, ἀλλὰ μέχρι τοῦ ὑποφωνεῖν τοῖς συμπλεκομένοις τὴν δύναμιν ἔχει.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
