# Contra Eunomium 295.1

Gregorius Nyssenus, Contra Eunomium, 295.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/295.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/295.1

B ταύτης ἀναγκαίως ἐπιζήτει τὴν λεπτομερεστέραν ἐξέτασιν, πόσω μᾶλλον ἐκεῖνα οἷς πολὺ τὸ ἀσαφὲς τε καὶ δυσδιώρητον ἐκ τῆς αὐτῶν ἐστὶ κατανοήσεως; Ἐξετάσωμεν τοίνυν ἐκ τῆς περὶ τὸν τόπον ἐκείνον συμφράσεως τῶν ῥημάτων, εἰ τι σαφὲς ἢ τῶν παρακειμένων ἀνάγνωσις ἔχει. Προδιαγράφει τὴν Σοφίαν ὁ λόγος, ῥήσεις τινὰς ἐξ οἰκείου διειούσας προσώπου· ἐπίσταται δὲ πάντως ὁ φιλομαθὴς τὰ ἐν τῷ τόπῳ λεγόμενα· ὅπου κατασκηνοῦ μέν βούλην ἡ Σοφία, ἐπικαλεῖται δὲ γνώσιν καὶ ἔνοιαν, κτῆμα δὲ ἔχειν φησιν, ἰσχὺν τε καὶ φρόνησιν· αὐτὴ δὲ ὀνομάζεται σύνεσις· ἐν ὁδοῖς δὲ περιπατεῖν δικαιοσύνης, καὶ ἀναμέσον ὁδῶν δικαιώματος ἀναστρέφεσθαι. Φησὶ δὲ δι’ ἑαυτῆς βασιλεύειν τοὺς βασιλεύοντας, δικαιοσύνην γράφειν τοὺς δυναστεύοντας, καὶ τῆς ἑαυτῶν κατακρατεῖν γῆς τοὺς τυράννους. Ὅτι γὰρ οὐδὲν τῶν εἰρημένων ὁ λελογισμένος ἀνεξέταστος ἐκ τῆς ἐτοίμου διανοίας προσδέχεται, παντὶ ὁθλὸν ἐστιν. Εἰ γὰρ ὁ βασιλεὺς δι’ ἐκείνης ἐπὶ τὴν δυναστείαν προάγεται, καὶ παρ’ αὐτῆς ἡ τυραννὶς τὴν ἰσχὺν ἔχει· ἀνάγκη πᾶσα τυραννοῦντων ἡμῖν τὴν σοφίαν ἀναφαίνεσθαι, καὶ τῶν τυραννικῶς ἐν βασιλείᾳ δυναστευσάντων, εἰς ἑαυτὴν μετατιθέναι τὰς μέμψεις. Ἄλλ’ οἴδαμεν βασιλᾶς τοὺς ὑπὸ τῆς σοφίας ὡς εἰς τὴν ἀτελεύτητον προιόντας ἀρχήν· τοὺς πτωχοὺς τῷ πνεύματι· ὧν κτῆμα ἢ τῶν οὐρανῶν ἐστὶ βασιλεία· καθὼς ὁ Κύριος, ὅς ἐστιν ἡ σοφία τοῦ Εὐαγγελίου, κατεπαγγέλεται. Τοιούτους καὶ τοὺς δυναστὰς ἐπιγινώσκομεν, τοὺς κατὰ τῶν παθῶν δυναστεύοντας, τοὺς μὴ δουλουμένους τῇ δυναστείᾳ τῆς ἁμαρτίας· οἱ καθάπερ δέλτον τινὶ τῷ ἰδίῳ βίῳ τὴν δικαιοσύνην ἐγγράφουσιν. Οὕτως καὶ ἢ ἐπαινετὴ τυραννὶς, τῇ συμμεχίᾳ τῆς σοφίας τὴν τῶν παθῶν δημοκρατίαν εἰς τὸν τοῦ νοῦ μοναρχίαν μετασχευάσασα, δουλαγωγεῖ καὶ κακῶς εἰς ἐλευθερίαν ἀφηνιδίζοντα· πάντα τὰ σωματικὰ τε καὶ γήινα λέγω φρονήματα. Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, καὶ τῇ ἀρχῇ τῆς ψυχῆς ἐπανίσταται. Ταύτης οὖν κρατεῖ τῆς γῆς ὁ τοιοῦτος τύραννος, ἧς ἄρχων ἐτάχθη κατὰ τὴν πρώτην κτίσιν ὑπὸ τοῦ Λόγου.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
