# Contra Eunomium 299.1

Gregorius Nyssenus, Contra Eunomium, 299.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/299.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/299.1

ται εἰς ἔργων ἀρχήν; Οὐχ ἄνευ, φησίν, αἰτίας μεγάλης ἡ τοιαύτη συνεργεῖται οἰκονομία. Ἄλλ᾽ ἐπειδὴ τῶν παραφυλαχθέντων ἡμῖν τὴν ἐντολὴν λαβόντες οἱ ἄνθρωποι ἐξέβαλον τῆς μνήμης τὴν χάριν διὰ τῆς παρακοῆς ἐν τῇ τῶν ἀγαθῶν λήθῃ γενόμενοι, διὰ τοῦτο ἵνα ἀναγγέλω πάλιν ὑμῖν τὰ καθ᾽ ἡμέραν ἐπὶ σωτηρίᾳ γινόμενα, καὶ ἀναμνήσω καὶ τὰ αἰῶνος, ἀπαριθμήσας ὑμῖν ἐπελάθεσθε· Οὐ γὰρ καινὸν τε καταγγέλλω νῦν Εὐαγγέλιον, ἀλλὰ τὴν εἰς τὸ ἀρχαῖον ἀποκατάστασιν ὑμῶν πραγματεύομαι· τούτου χάριν ἐκτισθὼν ὁ ἀεὶ ὤν, καὶ μηδὲν τοῦ κτισθῆναι πρὸς τὸ εἶναι δεόμενος. Ὥστε μὲ γενέσθαι ἀρχὴν ὁδῶν εἰς τὰ ἔργα τοῦ Θεοῦ, τοὺς ἀνθρώπους λέγω. Τῆς γὰρ ὁδοῦ τῆς πρώτης καταφθαρείσης, ἔδει πάλιν ἐγκαινισθῆναι τοῖς πλανωμένοις ὁδὸν πρόσφατον τε καὶ ζῶσαν, αὐτὸν ἐμὲ, ὃς εἰμὶ ὁδός. Καὶ ὅτι πρὸς τὸ ἀνθρώπινόν του, Ἐκτίσά με, διδόναι βλέπει, σαφέστερον ἡμῖν τοῦτο παρίστησι διὰ τῶν ἰδίων λόγων ὁ θεῖος Ἀπόστολος, ἐν οἷς διακελεύεται, ὅτι Ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ πρὸς τοῦτοὺς ὅπου τὸν αὐτὸν ἐπαναλαβὼν λόγον φησίν, Ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα. Εἰ γὰρ ἐν μὲν ἐστὶ τὸ σωτήριον ἔνδυμα, τοῦτο δὲ ἐστιν ὁ Χριστός, οὐκ ἂν ἄλλον τις εἴποι παρὰ τὸν Χριστὸν εἶναι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα. Ἄλλ᾽ δῆλον, ὅτι ὁ τὸν Χριστὸν ἐνδυσάμενος, τὸν καινὸν ἐνδύεται ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα. Μόνος γὰρ οὗτος ὡς ἀληθῶς καινὸς κυρίως ὀνομάζεται ἄνθρωπος, ὃς οὐχὶ διὰ τῶν γνωρίμων τε καὶ συνήθων τῆς φύσεως ὁδῶν ἐν τῷ τῶν ἀνθρώπων ἐφάνη βίῳ, ἀλλ᾽ ἐξῆλλαγμένη τις καὶ ἰδιάζουσα ἐπὶ μόνου τούτου καινοτομήθη ἡ κτίσις. Διὰ τοῦτο τὸν αὐτὸν πρὸς τε τὴν παράδοξον τῆς γεννήσεως βλέπων, καινὸν ἄνθρωπον κατὰ Θεὸν κτισθέντα κατονομάζει, καὶ πρὸς τὴν θείαν φύσιν ὁρῶν τὴν ἐχρωματίσαν τῇ κτίσει τοῦ καινοῦ τούτου ἀνθρώπου, Χριστὸν προσαγορεύει. Ὥς καθενὸς καὶ τοῦ αὐτοῦ τὰς δύο κεῖσθαι φωνάς, τὴν τε τοῦ Χριστοῦ λέγω, καὶ τὴν τοῦ καινοῦ ἀνθρώπου τοῦ κατὰ Θεὸν κτισθέντος.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
