# Contra Eunomium 303.1-35

Gregorius Nyssenus, Contra Eunomium, 303.1 to 303.35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/303.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/303.1

A Εὐαγγελίῳ ὁ Κύριος, ὅτι προσεγγιζούσης τῆς ὠδῖνος, ἐν λύπῃ γίνεται ἡ γυνή· μετὰ ταῦτα δὲ χαρὰν χαίρει, ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. Ὥς τοίνυν ἐν τῷ μέρει τούτῳ δύο νοήματα διακεκριμένα παρὰ τοῦ Εὐαγγελίου μαθόντες, ἐν μὲν, τὸν τόκον τὸν διὰ τῆς γεννήσεως ἐνοήσαμεν· ἕτερον δὲ αὐτὸ τὸ ἐκ τοῦ τόκου γινόμενον· οὐ γὰρ ὁ τόκος ἐστὶν ὁ ἄνθρωπος, ἀλλὰ διὰ τοῦ τόκου ὁ ἄνθρωπος· οὕτω καὶ ἐνταῦθα, τοῦ Εὐνομίου γεννηθῆναι τὴν οὐσίαν ὁμολογήσαντος, τῷ μὲν προάγοντι ῥήματι τὸ ἐκ τινος διδάχθημεν, τῷ δὲ ἐφεξῆς, αὐτὸ τὸ ὑποκείμενον ἐνοήσαμεν, ᾧ ἐκ τινός ἐστιν ἡ ὑπόστασις. Εἰ οὖν ἄλλο μὲν ἐστι τῆς οὐσίας τὸ σημαίνόμενον· ἕτερον δὲ ἡ τῆς γεννήσεως φωνὴ νοεῖν ὑποτίθεται, διαπτέχουν ἀθρόως αὐτοῖς τὰ σοφὰ μηχανήματα, ὥσπερ ὀστρακίνα ἀκινὴ ἀλλήλοις προσαχθέντα, καὶ δι’ ἀλλήλων διατρυφθέντα. Οὐκέτι γὰρ αὐτοῖς ἐξέσται τὴν τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον διαστολὴν ἐπὶ τῆς τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς οὐσίας μεταφέρουσι, συμματεῖσαι· ἐπὶ τὰ πράγματα τὴν προσάλληλα τῶν ὀνομάτων μάχην. Ὁμολογηθεί- τος γὰρ παρὰ τοῦ Εὐνομίου ὅτι ἐγεννήθη ἡ οὐσία, καθὸς καὶ τὸ εὐαγγελικὸν ὑπόδειγμα τὴν τοιαύτην ἐρμηνείαν διδόναι, ἐν ᾧ τὸν ἄνθρωπον γεννηθῆναι μαθόντες, οὐ ταὐτὸν ἐνοήσαμεν τῇ γεννήσει τὸν ἄνθρωπον, ἀλλ’ ἴδιον ἐφ’ ἑκατέρου τῶν ὀνομάτων ἐδέξαμεθα νόημα, οὐκέτι χώρᾶν ἕξει πάντως ἡ αἵρεσις τὴν ἐκ- ρότητα τῶν οὐσιῶν διὰ τῶν τοιούτων φωνῶν δογματίζουσα. Ὡς δ’ ἂν μάλιστα σαφέστερον ἡμῖν ὁ περὶ τούτων λόγος ἐκκαλυφθῇ, οὕτω τὸ προκείμενον πάλιν διαληψόμεθα. Ἐποίησε τὴν ἀνθρωπίνην φύσιν κατ’ ἀρχὰς μετὰ πάντων ὁ τὸ πᾶν συστησάμενος, καὶ μετὰ τὸ γενέσθαι τὸν Ἀδὰμ, τότε τὴν ἐξ ἀλλήλων γέννησιν τοῖς ἀνθρώποις ἐνομοθέτησεν, εἰπών, Αὐξάνεσθε καὶ πληθύνεσθε. Τοῦ τοίνυν Ἀβὲλ γεννητοῦ ὑποστάντος, τίς οὐκ ἂν εἴποι τῶν εὖ φρονοῦντων, κατ’ αὐτὸ τὸ τῆς ἀνθρωπίνης γεννήσεως σημαίνόμενον,

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
