# Contra Eunomium 306.2

Gregorius Nyssenus, Contra Eunomium, 306.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/306.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/306.2

B Ἐν τίσιν οὖν ὁ Εὐνόμιος τῇ ἀληθείᾳ συνιτάτται ; Ἐν οἷς φησιν ὅτι Αὐτὸς ὁ Κύριος, Υἱὸς ὢν τοῦ Θεοῦ τοῦ ζῶντος τὴν ἐκ τῆς Παρθένου γέννησιν οὐκ ἐπαισχυνόμενος, ἐν τοῖς ἑαυτοῦ λόγοις Υἱὸν ἀνθρώπου πολλάκις ὠνόμασεν ἑαυτόν. Τοῦτον γὰρ καὶ ἡμεῖς τὸν λόγον εἰς ἀπόδειξιν τοῦ κοινοῦ τῆς οὐσίας προσφέρομεν ὅτι τῷ Υἱῷ τὸ ὄνομα ἦν κατ’ ἀμφοτέρα τῆς τῆς φύσεως κοινωνίαν (α). Οὕτως καὶ τοῦ Θεοῦ Υἱὸς πάντως νοεῖται διὰ τὴν τῆς οὐσίας αὐτοῦ πρὸς τὴν ἐξ ἧς ὑπέστη συναφειαν καὶ τὸ μέγιστον τῆς ἀληθείας ὅπλον οὗτος ὁ λόγος ἐστίν. Τὴν γὰρ μεσίτην Θεοῦ καὶ ἀνθρώπων, καθὼς ὠνόμασεν ὁ μέγας Ἀπόστολος, οὐδὲν οὕτως ὡς τὸ τοῦ Υἱοῦ δείκνυσιν ὄνομα, ἑκάτερα φύσει τῇ Θείᾳ τε καὶ ἀνθρωπίνῃ κατὰ τὸ ἴσον ἐφαρμοζόμενον. Ὁ γὰρ αὐτὸς καὶ Θεοῦ Υἱὸς ἐστι, καὶ Υἱὸς ἀνθρώπου κατ’ οἰκονομίαν ἐγένετο ἵνα τὴ πρὸς ἑκάτερον κοινωνίᾳ, δι’ ἑαυτοῦ συνάγῃ τὰ διεστῶτα τῇ φύσει. Εἰ μὲν οὖν γενόμενος Υἱὸς ἀνθρώπου ἀμέτοχος ἦν τῆς ἀνθρωπίνης φύσεως, ἀκλόουν ἂν ἦν Θεοῦ Υἱὸν ὄντα αὐτόν, μηδέ κοινωννεῖν τῆς Θείας οὐσίας λέγειν. Εἰ δὲ πᾶν τὸ ἀνθρώπινον σύγκραμα ἐν αὐτῷ ἦν (ἐπειράθη γὰρ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας) ἀνάγκη πᾶσα καὶ πᾶν τῆς ὑπερεχούσης οὐσίας ἴδιωμα, ἐν αὐτῷ πισταύειν εἶναι τῆς τοῦ Υἱοῦ φωνῆς ὁμολογ αὐτῷ μαρτυρούσης ἑκάτερον ἐν τῷ ἀνθρώπῳ μὲν, τὸ ἀνθρώπινον, ἐν δὲ τῷ Θεῷ, τὸ θεῖον.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
