# Contra Eunomium 307.1.1-15

Gregorius Nyssenus, Contra Eunomium, 307.1.1 to 307.1.15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/307.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/307.1.1

Ἄγδε, μὴ τῆς φυσικῆς τῶν ὀνομάτων ἐννοίας ἐπαλλαξάμενος τῇ κλήσει. Ὡς γὰρ οὐ λέγεται βάθρον υἱὸς τοῦ τεχνίτου, οὐδ’ ἄν τις εἴποι τινὸς σωφρονούντων, ὅτι τὸ οἰκοδόμος τὴν οἰκίαν ἐτεκνώσατο· οὐδὲ γέννημα τοῦ ἀμπελουργοῦ τὸν ἀμπελώνα κατονομάζομεν ἀλλ’ ἔργον μὲν ἀνθρώπου τὸ κατασκευάσμα· οὐδὲ δὲ ἀνθρώπου τὸν ἐξ αὐτοῦ γεννημένον· ὡς ἄν, οἶμαι, τὸ πρόσφορον διὰ τῶν ὀνομάτων ἐν τοῖς ὑποκειμένοις σημαίνοιτο· οὕτως καὶ Υἱὸν Θεοῦ τὸν Μονογενῆ διδαχθέντες, οὐ κτίσμα Θεοῦ διὰ τῆς προστηγορίας ἐνοήσαμεν ταύτης, ἀλλ’ ὅπερ ἀληθῶς ἡ τοῦ Υἱοῦ φωνὴ τῷ σημανομένῳ ἐνδείκνυται. Εἰ δὲ καὶ ἀμπελοῦ γέννημα ὁ οἶνος ὑπὸ τῆς Γραφῆς ὀνοάζεται· οὐδὲ οὕτως ἐκ τῆς ὁμωνυμίας ταύτης ἐπὶ τῶν τῆς εὐσεβείας δογμάτων ὁ λόγος παραλαβήσεται. Οὐ γὰρ δρυὸς γέννημα τὸν οἶνον φαμεν, οὐδὲ ἀμπελοῦ τὸν βάλανον. Ἀλλ’ εἴ τις ἐστι κοινωνία κατὰ τὴν φύσιν τοῦ γεννήματος πρὸς τὸ ὅθεν ἐστιν· ἡ γὰρ ἐν τῇ ἀμπέλῳ νοτίς, διὰ τοῦ πυθμένος τῆς ῥίζης, ὑπὸ τῆς ἐντεταυίας ἐξελημμένη, τῇ δυνάμει μὲν ὕδωρ ἐστιν, ἀκολουθίᾳ δέ τινι διὰ τῶν ὁδῶν τῆς φύσεως πορευομένη, καὶ ἐκ τῶν κατωτέρων πρὸς τὸ ὑπερχειμένον μετατρέπουσα πρὸς οἶνον μεταβάλλει ποιότης, συνεργούσης τε καὶ τῆς ἡλιαχῆς ἀκτῖνος, ἡ διὰ τῆς θερμότητος τὸ ὑγρὸν ἐκ τοῦ βάθους ἐπὶ τὴν βλάστην ἐξελκούσα, διὰ τῆς οἰκείας καὶ καταλλήλου πέψεως, οἶνον τὴν ἰκμάδα ποιεῖ· ὥστε κατὰ φύσιν, μηδεμίαν ἀλλοιότητα τῇ ἐγκειμένῃ τῇ ἀμπέλῳ νοτίδι πρὸς τὸν οἶνον τὸν ἐξ αὐτῆς ἀπογεννημένον ἔχειν· ἐξ ἐκείνου γὰρ τοῦ ὑγροῦ τὸ ὑγρὸν τοῦτο, καὶ οὐχ ἄν τις ἑτέραν τῆς τοῦ οἴνου ὑγρότητος αἰτίαν εἴποι, εἰ μὴ τὴν φυσικῶς ἐγκειμένην τοῖς κλήμασι νοτίδα· αἱ δὲ τῶν ποιοτήτων διαφοραί, οὐ τὴν κατὰ τὸ ὑγρὸν παραλλαγὴν ἐμποιούσιν· ἀλλὰ τινὸς ἰδιοτήτος τὸ ἐν τῷ οἴνῳ ὑγρὸν ἀπὸ τῆς ἐν τῷ κλήματι διακρινούσης·

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
