# Contra Eunomium 310.1

Gregorius Nyssenus, Contra Eunomium, 310.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/310.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/310.1

Ἄλλ᾽ ἐπὶ πλεῖον παρηνέχθη τῶν προκειμένων ὁ λόγος, τοὺς δὲ κατὰ τὸ ἀκόλουθον ἐφευρισκομένους ἐπόμειος· οὐκοῦν πάλιν τὸν ἀκόλουθον ἐπαναλάβωμεν. Ἐπειδὴ τὴν προθεῖσαν αὐτῷ ῥῆσιν ἀποχρώντως οἶμαι διὰ τῶν εἰρημένων πεφανερῶσαι, οὐ πρὸς τὴν ἀλήθειαν μόνον, ἀλλὰ καὶ πρὸς ἑαυτὴν ἔχουσαν ἐναντίως. Εἰ γὰρ κατ᾽ αὐτοὺς ἡ φυσικὴ σχέσις τῇ τοῦ Υἱοῦ προσγραφᾷ πρὸς τὸν Πατέρα συνἰστάται, καὶ πρὸς τὴν γεγεννηκότα, ἢ τοῦ γεννήματος, κατὰ τινα γραμματικὴν ψυλαρίαν, τὰς σημαντικὰς τῆς θείας φύσεως λέξεις τῆς σοφίας τούτων εἰς ὀνομάτων σχῆμα παρατυποῦσις, οὐχὲς ἂν τις ἀμφιβάλλοι τὴν ἐκ φύσεως συνισταμένην τῶν ὀνομάτων πρὸς ἀλλήλα σχέσιν, ἀποδεῖξαι τῆς κατ᾽ οὐσίαν αὐτῶν οἰκειότητος, μᾶλλον δὲ ταυτότητος γίνεσθαι. Ἄλλ᾽ μὴ μεταβάλωμεν τὴν ἐναντίαν φωνὴν ὁ ἡμέτερος λόγος. Ὡς ἂν μὴ δοκοίη τῇ ἀσθενείᾳ μόνη τῶν ἀντιμαχομένων τὸ δόγμα τῆς εὐσεβείας κρατινόμενον, ἀλλ᾽ ἐν αὐτῷ μάλιστα τὴν ἰσχὺν ἔχειν. Ὡς οὖν ἐστὶ δυνατόν, δι᾽ εὐτονωτέρας τῆς συγγραφῆς βεβαιωθῶτω παρ᾽ ἡμῶν αὐτῶν ὁ ἀντικειμένος λόγος, ὡς ἂν τὸ ὑπερβάλλον τῆς δυνάμεως διαγνωσθῇ κατὰ πολλὴν πεποίθησιν, καὶ τὰ παραλειπόμενα παρὰ τῶν ἐναντίων εἰς ἀκριβῆ βάσανον τῆς ἀληθείας ἡμῶν προφερόντων. Ἐρεῖ γὰρ Ἰσως ὁ τοῖς ἐναντίοις ἰσχυριζόμενος, ὅτι οὐ πάντως ἡ τοῦ υἱοῦ καὶ τοῦ γεννήματος κλῆσις τὸ κατὰ τὴν φύσιν οἰκεῖον παρίστησιν. Καὶ γὰρ καὶ τὸν τις ὀργὴς ἐν τῇ Γραφῇ λέγεται, καὶ ἀπωλείας υἱός, καὶ γέννημα ἐχίδνης, καὶ οὐ δήπου κενώσης τις φύσεως τοῖς τοιούτοις ὀνόμασι συνανεφάνη. Οὐ γὰρ ταύτῳ ἐστὶ τῷ ὑποκειμένῳ Ἰούδας, ὁ τῆς ἀπωλείας υἱὸς ὀνομασμένος, καὶ αὐτὴ κατὰ τὸ νοούμενον ἡ ἀπώλεια. Ἄλλο γὰρ τοῦ κατὰ τὸν Ἰούδαν, καὶ ἕτερον τῆς ἀπωλείας τὸ σημαίνόμενον. Ὁμοίως δὲ καὶ ἐκ τοῦ ἐναντίου τὴν ἰσὴν κατασκευὴν ὁ λόγος ἔχει. Υἱοὶ γὰρ φωτὸς τινες καὶ υἱοὶ ἡμέρας λεγόμενοι, οὐ ταύτῳ εἰσι τῷ φωτὶ καὶ τῇ ἡμέρᾳ κατὰ τὸν λόγον τῆς φύσεως, καὶ τέκνα τοῦ Ἀβραὰμ οἱ λίθοι γίνονται, ὅταν διὰ τῆς πίστεως καὶ τῶν ἔργων συγγένειαν τὴν πρὸς αὐτὸν οἰκείωσιν, καὶ οἱ τῷ Πνεύματι τοῦ Θεοῦ ἀγόμενοι, καθὼς φησιν ὁ Ἀπόστολος, υἱοὶ Θεοῦ λέγονται, οὐ ταύτῳ ὄντες τῷ Θεῷ κατὰ τὴν φύσιν· καὶ πολλὰ τοιαῦτα παρὰ τῆς θεοπνεύστου Γραφῆς ἐστιν ἀναλέξασθαι, δι᾽ ὧν ἡ ἀπὰτὴ καλὰπερ εἰκῶν τις ἐπηνυισμένη ταῖς γραφικαῖς μαρτυρίαις τὸ τῆς ἀληθείας εἴδωλον ὑποκρίνεται. Τί οὖν ἡμεῖς πρὸς τοῦτο φάμεν; Οἴδεν ἡ θεία Γραφὴ κατ᾽ ἀμφοτέρων τῶν ἐννοιῶν κεχρῆσθαι τοῦ υἱοῦ τῇ φωνῇ. Ὦστε τιτλ ἐκ φύσεως, τισὶ δὲ ἐπισκευαστὴν καὶ ἐπίκτητον εἶναι τὴν ταύτην προσηγορίαν. Ὅταν μὲν γὰρ υἱὸς ἀνθρώπων καὶ υἱὸς λέγῃ χωρίων, τὴν κατ᾽ οὐσίαν τοῦ γεννηθέντος πρὸς τὸν ἐξ οὗ γέγονε σχέσιν ἀποσημαίνει. Ὅταν δὲ υἱὸς δυνάμεως ἢ τέκνα λέγῃ Θεοῦ, τὴν ἐκ προαιρέσεως γνομένην ἀγχιτείαν παρίστησι. Καὶ μέν τοι καὶ κατὰ τὴν ἐναντίαν διάνοιαν, οἱ αὐτοὶ καὶ υἱοὶ Ἡλεῖ καὶ υἱοὶ λοιμοὶ ὀνομάσθησαν, πρὸς ἑκάτερον νόημα

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
