# Contra Eunomium 312.1.1-17

Gregorius Nyssenus, Contra Eunomium, 312.1.1 to 312.1.17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/312.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/312.1.1

εἰς τοῦτον ἔλθοι τὸν λόγον, ὅτι ὥσπερ ἄνθρωπος ἀποθάμενος τὰ ἔργα τοῦ σκότους, διὰ τῆς εὐσχήμονος ζωῆς φωτὸς γίνεται τέκνον · οὕτω καὶ ὁ μονογενὴς Θεός, ἐκ μεταβολῆς ἐκ τοῦ χειρόνος ἀντιλαμβάνει τὸ προτιμότερον. "Ἄνθρωπος γὰρ τις ὤν, υἱὸς Θεοῦ γίνεται, διὰ τῆς pneumatikῆς γεννήσεως Χριστῷ συνἀπτεόμενος · ὁ δὲ τὸν ἄνθρωπον δι' αὑτοῦ Θεοῦ υἱὸν ποιῶν, αὐτὸς ἄλλου υἱοῦ τοῦ χαριζομένου αὐτῷ τὴν υἱοθεσίαν οὐκ ἐπίδεικται, ἀλλ' ὅπερ ἐστὶ κατὰ φύσιν καὶ ὀνομάζεται. "Ἄνθρωπος μὲν αὐτὸς ἑαυτὸν ἀμείβει, τοῦ παλαιοῦ τὸν νέον ἀνταλλάσσόμενος. Θεὸς δέ, εἰς τί ἀλλαγῆσεται, ὥστε ὁ μὴ ἔχει προσκτήσασθαι; "Ἄνθρωπος μὲν ἑαυτὸν ἀπεκδυσάμενος, τὴν θεϊαν ἐπενδύεται φύσιν. Ὁ δὲ ἀει ὡσαύτως ἔχων, τί ἀποτίθεσι, τί περιβάλλεται; "Ἄνθρωπος μὲν υἱὸς Θεοῦ γίγνεται προσλαβὼν ὁ οὐκ ἔχει, καὶ ἀποβαλὼν ὁ ἔχει. Ὁ δὲ μηδέποτε γεγωνὼς ἐν κακίᾳ, οὔτε ὁ λάβῃ, οὔτε ὁ καταλίπῃ ἔχει. Πάλιν ὁ ἄνθρωπος δύναται πῇ μὲν ἀληθῶς τινὸς υἱὸς λέγεσθαι, ὅταν πρὸς τὴν φύσιν βλέπων τις λέγῃ, πῇ δὲ ἐκ καταχρήσεως, ὅταν ἡ τοῦ βίου προαίρεσις ἐπιβάλῃ τὸ ὄνομα. Ὁ δὲ Θεός, ἐν ᾧν ἀγαθόν, ἐν αὐτῷ τε καὶ ἀσυνθέτῳ τῇ φύσει, πάντοτε πρὸς τὸ αὐτὸ βλέπει, καὶ οὐδέποτε ταῖς τῆς προαιρέσεως ὁρμαῖς μεταβάλλεται, ἀλλ' ἀεὶ καὶ βούλεται ὅπερ ἐστιν, καὶ ὁ ἐστὶ πάντως καὶ βούλεται. Ὥστε δι' ἀμφοτέρων Υἱὸς Θεοῦ κυρίως καὶ ἀληθῶς ὀνομάζεσθαι· τῆς τε φύσεως ἐν ἑαυτῇ τὸ ἀγαθὸν ἔχοντος, τῆς τε προαιρέσεως οὐκ ἀπερρώγυλας τοῦ κρείττονος. Ἄς μὴ ἄν ἐκ καταχρήσεως αὐτῷ τὴν φωνὴν ταύτην ἐπιχληθῆναι. Οὐκοῦν οὐδεμιαν ἔχει χώραν, ὅπερ ἐκ προσώπου τῶν ἐναντίων ἑαυτοῖς ἀντεθήκαμεν, ταῦτα ἐπὶ γραφῇ(α) τῆς κατὰ φύσιν οἰκειότητος παρὰ τῶν ἐναντίων προφέρεσθαι. "Αλλ' οὐκ οἶδ' ὅπως ἡ διδὼν μισούντες τε καὶ ἀποστρεφόμενοι τὴν ἀλήθειαν, υἱὸν μὲν αὐτὸν ὀνομάζουσιν, ὡς ὁ' ἄν μὴ τὸ κατ' οὐσίαν κοινὸν διὰ τῆς φωνῆς ταύτης μαρτυρηθῇ, τῆς ἐγκειμένης τῷ ὀνόματι σημασίας τὴν φωνὴν χωρίσαντες, κενὸν τὸ ὀνομα τοῦ υἱοῦ καὶ ἀσήμαντον τῷ Μονογενεῖ καταλείποντες, μόνον αὐτῷ τὸν ψόφον τῆς φωνῆς χαρίζομενοι.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
