# Contra Eunomium 314.1

Gregorius Nyssenus, Contra Eunomium, 314.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/314.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/314.1

A τῶν ἄλλων, ἕκαστον πρὸς τὸ θεοπρεπέστερον μεταλαβόντες, ἀθετοῦμεν τὴν πρόχειρον ἐπ’ αὐτῶν ἔνοιαν, ὡς μήτε φῶς ψιλὸν, μήτε πατουμένην ὁδόν, μήτε τὸν ἐκ γεωργίας ἄρτον, μήτε τὸν διὰ ῥημάτων λόγον, ἀλλ’ ἀντὶ τούτων ἑκείνα νομίζειν ὅσα τὸ μεγαλεῖον τῆς δυνάμεως τοῦ Θεοῦ Λόγου παριστῶσιν· οὕτως εἰ τὸ ἀθετοῦν τοῦ υἱοῦ τὴν συνίδη καὶ κατὰ φύσιν σημασίαν, δι’ ἧς ὁ ἐκ τῆς οὐσίας εἶναι τοῦ γεγεννητὸς μανθάνομεν, πρὸς τινὰ θεοπρεπεστέραν ἐρμηνείαν μεταλήψεται πάντως τὸ ὄνομα. Ἐπειδή γὰρ τῶν ἄλλων ἕκαστον πρὸς τὸ ἐνδοξότερον ἢ μεταληψὶς γνομένη πρὸς τὴν τῆς θείας δυνάμεως ἐνδείξει ἡρμοσεν, ἀκλόνητον πάντως ἐστὶ καὶ τοῦτο τὸ ὄνομα ἐπὶ τὸ ὑψηλότερον μετενεχθῆναι τὸ σημαινόμενον. Τίς ἄν οὖν γένοιτο θεοπρεπεστέρα διάνοια ἐπὶ τῆς τοῦ Υἱοῦ προσῳγίας, ἢ ἀθετοῦσα κατὰ τὸν λόγον τῶν ὑπεραντιῶν ἢ φυσικὴ πρὸς τὸν γεννήσαντα σχέσις; Τάχα γὰρ οὕτως οὐδὲ πρὸς ἀξίειαν τολμηρὸς, ὡς ἐν τοῖς περὶ τῆς θείας φύσεως λόγοις τὸ ταπεινὸν καὶ χαμαὶ ὄν τῶν ὑψηλῶν τε καὶ μεγάλων ἀφομοιώτερον οἴεσθαι. Οὐκοῦν εἰ μὲν τινὰ ταύτης μεγαλοφρονεστέραν διάνοιαν ἐξευρίσκομεν, ὡς ἀνξιόν εἶναι δοκεῖν περὶ τοῦ Μονογενοῦς νοεῖν, ἢ ἐκ τῆς φύσεως τοῦ Πατρὸς εἶναι, εἰπάτωσαν εἰ τι γινώσκουσι, κατὰ τὴν ἀπόρρητον αὐτῶν σοφίαν τῆς πατρικῆς φύσεως ὑψηλότερον· ὥστε πρὸς ἐκεῖνο τὸν μονογενῆ Θεὸν ἐπιδράντας, τὴ πρὸς τὸν Πατέρα σχέσιν αὐτῶν ὑπεράραι. Εἰ δὲ παντὸς ὑψοῦς ὑπέρκειται, καὶ πᾶσαν δύναμιν θαυμαστικὴν ὑπερβαίνει τῆς θείας φύσεως τὸ μεγαλεῖον, τὶς ὑπολείπεται λόγος, ἐπὶ τὸ μεῖζον φέρων τῆς τοῦ Υἱοῦ κλήσεως τὴν ἐρμηνείαν; Ἐπειδή τοίνυν ὁμολογεῖ πᾶσαν περὶ τοῦ Μονογενοῦς σημαντικὴν ἔνοιαν, κἂν ἐκ τῆς κάτω συνήθειας ὀνομάζεται, πρὸς τὸ μεγαλεῖότερον ταῖς ἐνοίαις μετασθεῖσαν κυρίως λέγεσθαι· δεῖξαι δὲ μὴ δύνασθαι τινὰ μεγαλοφρονεστέραν ἔνοιαν τῆς τοῦ Υἱοῦ προσῳγίας εὕρειν ταύτης, ἢ τὸ γνήσιον πρὸς τὸν γεννήσαντα παρίστησιν· οὐδὲν οἶμαι χρήναι πλέον ἐπιδιορθοῦν τῷ τόπῳ, ἰκανῶς διὰ τῶν εἰρημένων ἀποδεχθέντος· ἔτι οὐ προσήκει καθ’ ὁμοιότητα τῶν λοιπῶν ὀνομάτων καὶ τὴν τοῦ Υἱοῦ προσῳγίαν μεθερμηνευεσθαι.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
