# Contra Eunomium 318.2

Gregorius Nyssenus, Contra Eunomium, 318.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/318.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/318.2

Πῶς οὖν ὁ Εὐνόμιος, τῆς θείας προκειμένης τῷ λόγῳ γεννήσεως, ἀφεὶς τὸ προκείμενον, τὰ ἐν τῇ γῇ διεξέρχεται, οὐδεμιᾶς ἡμῖν περὶ τούτων πρὸς αὐτὸν ὁσίας ἀμφισβητήσεως; Ἄλλὰ πρόδηλος ὁ σκοπὸς τοῦ τεχνίτου, ἵνα τῇ πρὸς τὸ πάθος διαβολῇ παραγράψῃ τοῦ Κυρίου τὴν γέννησιν. Ἐφ’ οἷς ἔγωγε τὸ κακὴν τῶν βλασφημιῶν παρεῖς, θαυμάζω τὴν ἀγχινοίαν τὸν ἀνθρώπων, πῶς μέμνηται τῆς οἰκείας σπουδῆς, ὅς τὸ δεῖν γέννημα τὸν Υἱὸν εἶναι καὶ λέγεσθαι, διὰ τῶν προειρημένων καταπεικνῶσας, νῦν σπερὶ τοῦ μὴ χρήναι γέννησιν περὶ αὐτὸν ἐννοεῖν ἀγωνίζεται. Εἰ γὰρ πᾶσα γέννησις, καθὼς οὗτος οἴεται, συνεξευγμένη ἐχει τὴν κατὰ τὸ πάθος διάθεσιν· ἀνάγκη πᾶσα διὰ τοῦτον ὁμολογεῖσθαι, ὅτι τὸ τοῦ πάθους ἀλλότριον συναλλοτριούται πάντως καὶ τῆς γεννήσεως. Εἰ γὰρ ταῦτα συνηγμένως μετ’ ἀλλήλων νοεῖται, τὸ πάθος τε καὶ ἡ γέννησις, ὁ τοῦ ἑνὸς τούτων ἀμέτοχος οὐδ’ ἂν πρὸς τὸ ἕτερον τὴν κοινωνίαν ἔχοι. Πῶς οὖν γέννημα διὰ τὴν γέννησιν λέγει, τὸν ὅτι οὐκ ἐγεννήθη διὰ τῶν νῦν παρ’ αὐτοῦ λεγομένων ἀποδεικνύμενον; καὶ ὑπὲρ τίνος μάχεται πρὸς τὸν διδάσκαλον ἡμῶν τὸν συμβουλεύοντα μὴ κατατολμᾶν ἐπὶ τῶν θείων δογμάτων τῆς ὀνοματοποιίας, ἀλλὰ γεγεννηθῆσαι μὲν ὁμολογεῖν, μὴ παρασχηματίζειν δὲ τὴν ἔνοιαν ταύτην εἰς ὀνόματος τύπον· ὥστε γέννημα τὸν γεννηθέντα προσαγορεύειν, ἰδίως τῆς φωνῆς ταύτης ἐπὶ τῶν ἀφύων, ἢ ἐπὶ τῶν εἰς εἰκόνα πονηρίας παρελημμένων, ὑπὸ τῆς Γραφῆς τεταγμένης; Ἄλλ’ ὅταν μὲν παρ’ ἡμῶν λέγῃται τὸ δεῖν συμπίπτειν τῇ φωνῇ τοῦ γεννήματος, τὴν δμαχὼν ἐκείνην ῥητορικὴν προχειρίζεται, συμπαραλαμβάνων εἰς συμπάχιαν καὶ τὴν γραμματικὴν ψυχρολογίαν· καὶ διὰ τῆς τεχνικῆς τῶν ὀνομάτων εἴτε παραγωγῆς, εἴτε παραωνυμίας, εἴτε οὐκ οἶδ’ ὅπως δεῖ λέγεσθαι ταῦτα προσήκει, διὰ τούτων τοὺς συλλογισμούς συμπαίνει, γέννημα τὸν γεννηθέντα λέγειν οὐ παρακαλούμενος. Ἐπεὶδὰν δὲ τοῦτο δεξάμενοι τὴν τοῦ ὀνόματος ἔνοιαν θεωρήσωμεν, ὡς τοῦ κοινοῦ τῆς οὐσίας ἐντεῦθεν συνδεικνυμένου· πάλιν ἀνατίθεται τὰς ἰδίας φωνάς, καὶ περὶ τοῦ μὴ γεννηθῆναι τὸ γέν-νημα διατείνεται, τῇ ῥυπῶτι φυσιολογίᾳ τοῦ σωματικοῦ τόκου τὴν καθαρὰν τε καὶ θείαν καὶ ἀπαθὴ τοῦ Κυρίου παραγράφμενος γέννησιν· ὡς οὐκ ἐνδεγόμενον τὰ δύο κατ’ αὐτὸν ἐπὶ τοῦ θεοῦ συνδραμεῖν, τὸ τε πρὸς τὸν Πατέρα γνησίον, καὶ τὴν ἀπάθειαν τῆς φύσεως· ἄλλ’ εἰ μὲν ἡ ἀπάθεια ἐστὶν, οὐκ εἶναι τὴν γέννησιν, εἰ δὲ τὸ γνησίον τις ὁμολογῇ, καὶ πάθος τῇ γεννήσει πάντως συμπαράδεξεσθαι.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
