# Contra Eunomium 319.1.17-32

Gregorius Nyssenus, Contra Eunomium, 319.1.17 to 319.1.32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/319.1.17
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/319.1.17

Ἔτι φοβεῖται ἡμῶν τὸ νηπιώδες τε καὶ ἀπαίδευτον. Οὕτως καταπιστοῦει τῇ ἀκοῇ τὴν τοῦ Πατρὸς προσήγοριαν, ἵνα μὴ τις τῶν σαρκωδεστέρων Πατέρα μαθὼν, καὶ μητέρα κατὰ τὸ ἀκόλουθον διὰ τῆς διανοίας ἀνατυπώσηται. Ἀλλ᾽ οὐδέπω οὔτε Υἱὸν ὀνομάζει ἐν τῷ κηρύγματι· ὑποπτεύει γὰρ ἐπὶ ἡμῶν τὴν πρὸς τὴν κάτω φύσιν συνήθειαν, μὴ τις Υἱὸν ἀκούσας, ἐξανθρωπίνῃ τὸ Θεῖον δι᾽ ἐμπαθοῦς ὑπολήψεως. Διὰ τοῦτ᾽ ἐπαναλαμβάνων τὸ κήρυγμα, Λόγον πάλιν ὤνόμασεν, σοὶ ταῦτα φυσιολογῶν τῷ ἀπίστῳ. Ἄς γὰρ ὁ σὸς λόγος καὶ ἐκ τοῦ νοῦ ἀναφαίνεται καὶ οὐ μεσιτεύεται πάθει· οὕτως κάκει Λόγον ἀκούσας, καὶ οὐκ ἐκ τινὸς νοήσεις τὸ πάθος. Διὰ τοῦτο φησίν ἀναλαβὼν πάλιν τὸ κήρυγμα, Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Ὡς πῶς παραμετρεῖ τῷ Θεῷ τὸν Λόγον· μᾶλλον δέ, πῶς συμπαρατείνει τῷ ἀπείρῳ τὸ ἀπειρον! Ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· πρὸς ὅλον τὸν Θεὸν πάντως ὅλος ὁ Λόγος. Οὐκοῦν ὅσος ὁ Θεός, τοσοῦτος δηλαδὴ καὶ ὁ Λόγος ὁ πρὸς αὐτὸν ἦν· ὥστε εἰ ὁ Θεὸς περιώρισται, καὶ ὁ Λόγος πάντως· δρῶ. Εἰ δὲ τοῦ Θεοῦ ἡ ἀπείρα διαβαίνει τὸν ὅρον, οὐδὲ τούτῳ συνθεωρούμενος Λόγος

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
