# Contra Eunomium 325.14

Gregorius Nyssenus, Contra Eunomium, 325.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/325.14
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/325.14

πρωτοτοκίας ἀνακαλεσαμένῳ τὸν τῆς πατρῴας ἑστίας ἀπορρωτήσαντα. μὲν, τὴν τε πρώτην καθ' ἣν ἐπλάσθημεν, καὶ τὴν δευτέραν καθ' ἣν ἀνεπλάσθημεν. Ἄλλ' οὐχ ἂν ἦν τῆς δευτέρας ἡμῶν κτίσεως χρεία, εἰ μὴ τὴν πρώτην ἀ τῆς παρακοῆς ἠχρεώσαμεν. Ἐκεῖνὴν τοίνυν παλαιωθεῖσαν τε καὶ ἀφανισθεῖσαν, ἵδει καινὴν ἐν Χριστῷ γενέσθαι κτίσιν, καθὼς φησιν ὁ Ἀπόστολος. Οὐδὲν ἐκ τῶν πεπλασμένων ἐπὶ τῆς δευτέρας κτίσεως ἀξιοῖ βλέπειν, Ἀπεκδυσάμενοι, λέγων, τὸν παλαιὸν ἄνθρωπον, σὺν ταῖς πράξεσι καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ, ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα· καὶ, Εἰ τις ἐν Χριστῷ, φησὶ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινά· εἰς γὰρ καὶ ὁ αὐτὸς τῆς ἀνθρωπίνης φύσεως ποιητής, καὶ τὸ κατ' ἀρχὰς καὶ τὸ μετὰ ταῦτα· τότε λαβὼν χοῦν ἀπὸ τῆς γῆς, τὸν ἄνθρωπον ἐπλάσας· πάλιν λαβὼν τὸν ἐκ τῆς παρθενίας χοῦν, οὐχ ἀπλῶς τὸν ἄνθρωπον ἐπλάσεν, ἀλλ' ἐαυτῷ περιέπλασε. Τότε ἐκτίσεν, μετὰ ταῦτα ἐκτίθησι· τότε ὁ Λόγος σάρκα ἐποίησεν, μετὰ ταῦτα ὁ Λόγος σάρξ ἐγένετο, ἵνα μετασκευάσῃ πρὸς πνεῦμα τὴν ἡμετέραν σάρκα διὰ τοῦ συμμετασχεῖν ἡμῖν σαρκότητος καὶ αἱματος. Ταύτης τοίνυν τῆς καινῆς ἐν Χριστῷ κτίσεως, ἧς ὁ αὐτὸς καθηγήσατο, πρωτότοκος ὀνομάσθω, πάντων ἀπ' ἀρχῆς γενόμενος, καὶ τῶν εἰς ζωὴν γεννωμένων, καὶ τῶν δι' ἀναστάσεως νεκρῶν ζωοποιουμένων, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ, καὶ ὅλον διὰ τῆς ἐν ἐαυτῷ ἀπαρχῆς συναγάγῃ τὸ ψῦραμα. Ὅτι γὰρ οὐ κατὰ τὴν προαιώνιον ὑπάρχειν ἐφαρμόζεται τῷ Υἱῷ τὸ πρωτότοκον, ἡ τοῦ Μονογενοῦς προσηγორία διαμαρτύρεται. Ὁ γὰρ ἀληθῶς Μονογενὴς ἀδελφοὺς οὐκ ἔχει. Πῶς οὖν ἂν τις εἴη μονογενὴς ἐν ἀδελφοῖς ἀριθμούμενος; ἀλλ' ὡς λέγεται· Θεὸς καὶ ἄνθρωπος, Υἱὸς Θεοῦ καὶ Υἱὸς ἀνθρώπου· μορφὴ γὰρ Θεοῦ καὶ μορφὴ δούλου, τὰ μὲν κατὰ τὴν ὑπάρχουσαν φύσιν ἔν, τὰ δὲ κατὰ τὴν φιλάνθρωπον οἰκονομίαν γενόμενος· οὕτω καὶ μονογενὴς Θεὸς ὢν, πρωτότοκος πάσης κτίσεως γίνεται, Μονογενὴς μὲν ὢν ἐν τῷ πατρικῷ κόλπῳ, ἐν δὲ τοῖς διὰ τῆς καινῆς κτίσεως σωζομένοις πρωτότοκος τῆς κτίσεως καὶ γενόμενος καὶ λεγόμενος. Εἰ δὲ, καθὼς ἡ αἵρεσις βούλεται, διὰ τὸ προματεσκευάσθαι τῆς λοιπῆς κτίσεως πρωτότοκος λέγεται, οὐ συμφωνεῖ τοῖς παρ' αὐτῶν περὶ τοῦ μονογενοῦς Θεοῦ κατασκευαζομένοις τὸ ὄνομα. Οὐ γὰρ τοῦτο φησιν, ὅτι Παρὰ τοῦ Πατρὸς ὁμοίως τὸ τε Υἱὸς καὶ τὰ πάντα ἐγένετο· ἀλλὰ ποίημα μὲν τοῦ Πατρὸς τὸν μονογενὴ Θεὸν λέγουσιν, τοῦτο δὲ τὰ ἄλλα πάντα· ὅ τοίνυν λόγῳ κτισθῆναι τὸν Υἱὸν δογματίζοντες, Πατέρα τοῦ κτίσματος τὸν Θεὸν ὀνομάζουσι, τῷ αὐτῷ λόγῳ πάντως παρὰ τοῦ μονογενοῦς Θεοῦ τὰ πάντα κατασκευάσθαι λέγοντες, οὐ πρωτότοκον τῶν δι' αὐτοῦ γεγενημένων, ἀλλὰ Πατέρα κυριωτέρων αὐτὸν ὀνομάζουσι, τῆς αὐτῆς ἐπ' ἀμφοτέροις πρὸς τὰ κτίσματα σχέσεως, τὴν αὐτὴν κατὰ τὸ ἀκολουθὸν προσηγγορίαν ποιούσης. Εἰ γὰρ κυρίως τοῦ ἰδίου κτίσματος ὁ ἐπὶ πάντων Θεὸς οὐ πρωτότοκος, ἀλλὰ Πατὴρ ὀνομάζεται, τῷ αὐτῷ λόγῳ πάντως καὶ τῶν ἰδίων κτισμάτων Πατὴρ ὁ μονογενὴς Θεὸς οὐ πρωτότοκος

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
