# Contra Eunomium 327.55

Gregorius Nyssenus, Contra Eunomium, 327.55. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/327.55
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/327.55

ἡμῖν ἀπαλῶς ἐνεργ. χεῖνταισαν. Εἰ γὰρ κτίζει δίχα πόνου καὶ ὕλης, καὶ γένη πάντως δίχα πόνου καὶ ῥέψεως. Ἔχω δὲ πάλιν καὶ πρὸς τοῦτον τὸν λόγον συνηγοροῦντά μοι τὸν Εὐνόμιον. Λέγω δὲ συντεμεῖν ἐν ὀλίγῳ τὴν φλυαρίαν αὐτοῦ, πᾶσαν διὰ βραχέων ἐπιθραμῶν τὴν διάνοιαν· ὅτι Οἱ ἄνθρωποι οὐ τὰς ὅλας ἡμῖν κατασκευάζουσιν, ἀλλὰ τὸ εἶδος μόνον ἐπιτεχνῶνται τῇ ὕλῃ· αὕτη τῶν παρ' αὐτῶν ῥηθέντων διὰ πολλῆς φλυαρίας ἐστὶν ἡ διάνοια. Εἰ οὖν ἐν τῇ κάτω γεννήσει συλλαβὴν καὶ διάπλασιν ἐνοοῦν ἀπαγορεύει διὰ τοῦτο τὴν καθαράν τῆς γεννήσεως ἔνοιαν, ἀκολούθως κατὰ τὸν αὐτὸν λόγον τῆς ὧδε κτίσεως περὶ τὸ εἶδος πονούσης, ὕλην δὲ συνεχορίζεσιν τῷ εἴδει μὴ δυναμένης, ἀπαγορευτέον διὰ τοῦτο καὶ δημιουργὸν εἶναι τὸν Πατέρα οἰεῖσθαι. Εἰ δὲ μὴ βούλεται κατὰ τὸ ἀνθρώπινον τῆς δυνάμεως μέτρον ἐπὶ τοῦ Θεοῦ τὴν πίστιν νοεῖν, μηδὲ τὴν δεῖνα γέννησιν ἐκ τῶν ἀνθρωπίνων διαβαλέτω. Ὡς δ' οὐ μᾶλλον αὐτοῦ τὸ ἀκριβὲς τε καὶ περιεσχεμένον ἐν τοῖς λεγομένοις φανερὸν κατασταίη, μικρὸν τι τῶν παρ' αὐτῶν ῥηθέντων πάλιν ἐπαναλήψομεν

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
