# Contra Eunomium 331.2

Gregorius Nyssenus, Contra Eunomium, 331.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/331.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/331.2

Ἄλλα ταῦτα μὲν εἰς τοσοῦτον. Χρήσιμον δ' ἂν ἦν εἰς εἰς, τῆς παρατεθείσης ἡμῖν τοῦ Εὐνομίου ῥήσεως πᾶσαν ἀκολουθῶς ἰδεῖν τὴν διάνοιαν, ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντας τοῦ λόγου. Τὰ γὰρ νῦν ἐξετασθέντα, διὰ τὸ προφανὲς τῶν εἰρημένων ἐναντιότητος, προχειρὸς ἡμᾶς ἐκίνησεν ἐκ τῶν τελευταίων τῆς ἀντιρρήσεως ἀρξασθαι. Εἰρηται τοίνυν παρὰ τῷ Εὐνομίῳ ταῦτα· Ὀρθῶς δὲ τούτων διηρημένων, εἰ κτῶς γαλὴν εἰς ἂν τὴν κυριωτάτην καὶ πρώτην καὶ μόνην ἐνεργεία τοῦ Πατρὸς ὑποστάσιν οὐσίαν, εἰς αὐτὴν δέχεσθαι τὰς τοῦ γεννηματος καὶ ποιήματος καὶ κτισματος προσηγορίας. Πρῶτον τοίνυν ὑπομνήσθαι τοὺς τῷ λόγῳ προσέχοντας βούλομαι, ὅτι κυριωτάτην εἶναι καὶ τὴν τοῦ Πατρὸς οὐσίαν, ἐν τῇ πρώτῃ λογογραφίᾳ φησί· διὰ τούτων προαγαγὼν τῶν ῥημάτων τὸν λόγον, ὅτι πᾶς ὁ τῶν καθ' ἡμᾶς δογμάτων συμπληροῦται λόγος ἐκ τῆς ἀνωτάτω καὶ κυριωτάτης οὐσίας. Καὶ ἐνταῦθα κυριωτάτην λέγει καὶ πρώτην τοῦ Μονογενοῦς τὴν οὐσίαν. Οὐκοῦν συνθέντες ἀφ' ἐκατέρου βιβλίου τὰς Εὐνομίου φωνάς, αὐτὸν τοῦτον παραστήσομεθα μάρτυρα τοῦ κοινοῦ τῆς οὐσίας τὸν ἐτέρωθι πού τὸ τοιούτον ἀποφηναμένον· ὅτι ἂν αἱ αὐταὶ προσηγορίαι, τούτων οὐδὲν ἡ φύσις διάφορος. Οὐ γὰρ ἂν διεστῶτα τῇ φύσει τῇ ταυτότητι τῶν προσηγοριῶν διεσημάνειν, ὁ ἑαυτῷ μαχόμενος. Ἄλλ' ἐπειδὴ εἰς ἐν Πατρὶ καὶ Υἱῷ τῆς οὐσίας λόγος, διὰ τοῦτο πάντως κυριωτάτην μὲν ἐκείνην, κυριωτάτην δὲ καὶ ταύτην εἶναι φησι. Μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ ἡ τῶν ἀνθρώπων συνήθεια, μηδενὶ τὸ κυριώτατον ἐφαρμόζουσα, ψ μὴ συναληθεύεται τῇ φύσει τὸ ὄνομα. Ὡς ἀνθρώπων ἐκ καταχρήσεως τὸ ὁμοίωμα λέγομεν· ἀλλὰ κυρίως τῇ φωνῇ ταύτῃ κατονομάζομεν τὸ ζῷον τὸ ἐν τῇ φύσει δεῖκνυμενον. Καὶ Θεὸν ὁμοίως εἰδωλον ὅταν καὶ δαιμόνιον, καὶ κοιλίαν οἶδεν ὁ τῆς Γραφῆς λόγος προσαγορεύειν· ἄλλ' οὐχὶ καὶ τὸ κύ-

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
