# Contra Eunomium 333.1

Gregorius Nyssenus, Contra Eunomium, 333.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/333.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/333.1

Ἀ μαματος καὶ κτισματος προσηγoρίας. Τίς οὐκ εἶδεν ὅτι τὸ χωρὶζον ἀπὸ τῆς αἱρέσεως τὴν Ἐκκλησίαν, ἡ τοῦ κτισματὸς ἐστι φωνὴ ἐπὶ τοῦ Υἱοῦ λεγομένη; Οὐκοῦν ὁμολογουμένης παρὰ πᾶσι τῆς κατὰ τὸ δόγμα διαφορᾶς, τὸν ἐπιχειροῦντα δεῖκνυσιν τὸν ἑαυτέρων τὰς ἰδίας ὑπολήψεις ἀληθεστέρας, τί πράττειν εὐλογώτερον ἦν; Κατασκευάζειν δηλοῦντι τὸν ἴδιον λόγον, δι’ ὧν οὖν τε ἦν, ἀποδεικνύναι κτιστὸν τὸν Κύριον εἶναι δεῖν οἴεσθαι; Ἡ τοῦτο παρέντα, νομοθετεῖν τοῖς ἀκούουσιν, ὡς ὁμολογούμενα τὰ ἀμφιβαλλόμενα λέγειν; Ἐγὼ μὲν ἐκεῖνο σφίμ· τάχα δὲ καὶ πάντες οἱς μέτεστι διανοίας, τοῦτο παρὰ τῶν ἀντιλεγόντων ἐπιζητήσουσι, τὸ τὴν ἀρχὴν τοῦ λόγου πρώτων ἐπὶ τινος ἀνατρίφθου βάσεως στήσαντας. Οὕτως τοῖς ἀκολούθοις ἐναγωνιζομένοις, οὕτω τοίνυν ἀφεὶς τὴν περὶ τοῦ χρήναι κτιστὸν αὐτὸν οἴεσθαι κατασκευὴν, τὰ ἐφεξῆς διεξέρχεται· τῷ ἀνωποστάτῳ λόγῳ μετὰ τῶν λογισμῶν ἀκολούθαι ἀρμόζων, οὐδὲν τι πείγουσιν οἱ ταῖς μεταλαίας ἐπιθυμίαις κατὰ ψυχὴν ἐμβαδύνοντες, ἢ πρὸς βασιλείαν ἢ πρὸς ἄλλο τι τῶν σπουδαζομένων ταῖς ἐννοίαις διαφερόμενοι. Οὐχ ὅπως ἂν γένοιτο τι τῶν σπουδαζομένων αὐτοῖς ἐπινοοῦσιν· Ἄλλ’ ὡς τοῦτο παρόντος διατιθέασιν ἑαυτοῖς καὶ οἰκονομοῦσι· πρὸς τὸ δοκοῦν τὸ εὐτύχημα, διὰ τινος ἡδονῆς τοῖς ἀνυπάρκτοις ἐπιπλανώμενοι. Οὕτως μὲν καὶ ὁ σοφὸς λογογράφος τὴν πολυθρύλητον ἑαυτοῦ διαλεκτικήν οὐκ οἶδα ὅπου κατακοιμήσας, πρὶν ἀποδείξῃ περὶ τοῦ ζητουμένου, καθάπερ τισὶ παιδίοις διαμυθολογεῖται τὴν ἀπατηλὴν ταύτην καὶ ἀκατάσχετον τοῦ καθ’ ἑαυτὸν δόγματος ψυφίαν, οἷον διήγημά τι παροινιον ἐκτιθέμενος. Λέγει γὰρ τὴν ἐνέργειαν τοῦ Πατρὸς ὑποστᾶσαν οὐσίαν δέχεσθαι τὴν τοῦ γεννήματος καὶ ποιήματος καὶ κτίσματος προσηγoρίαν. Τίς ἀπέδειξε λόγος ἐνέργεια τινὶ κατασκευαστικὴ τὸν Υἱὸν ὑποστῆναι, τὴν δὲ φύσιν τοῦ Πατρὸς ἀνενέργητον ὡς πρὸς τὴν ὑπόστασιν τοῦ Υἱοῦ μεῖναι; Τὸ γὰρ ἀμφιβαλλομένων τε καὶ ζητουμένων, τοῦτο ἦν· εἰτε ἡ οὐσία τοῦ Πατρὸς· ἐγέννησε τὸν Υἱόν, εἰτε τι τῶν ἐξωθεν παρεπομένων, τῇ φύσει τούτων εἰργάσατο. Τῆς τοίνυν Ἐκκλησίας κατὰ τὴν θείαν διδασκαλίαν ἀληθῶς Θεὸν εἶναι τὸν Μονογενῆ πιστευσούσης, τὴν δὲ πολυθεον δευσιαμονίαν βδελυσσομένης, καὶ διὰ τοῦτο τὴν τῶν φύσεων διαφορὰν οὐ προσδεχομένης, ὡς ἂν μὴ εἰ παραλλαγὴ τῶν οὐσιῶν ὑπὸ ἀριθμὸν αἱ θεότητες D πτωκοιν. Ὦπερ οὐδὲν ἔστιν ἕτερον, ἢ τὴν πολυθεταν πάλιν ἐπεισάγειν τῷ βίῳ. Ταῦτα τοίνυν τῆς Ἐκκλησίας ἰδιωτικῶς διδασκούσης, ὅτι ἐκ τῆς οὐσίας τοῦ ἀληθινοῦ Θεοῦ, ἀληθινὸς Θεὸς κατ’ οὐσίαν ὁ Μονογενὴς ἐστι Θεός. Τὸν ἀντιδαινόντα τοῖς ἐγνωσμένοις, πῶς ἀνατρέπεν ἔδει τὴν προειλημμένην ὑπόληψιν; Οὐχὶ τὸ κατασκευάζειν τὸν ἀντικείμενον λόγον διὰ τινος ὁμολογουμένης ἀρχῆς; συναποδεικνύναι τὸ ἀμφίβολον; Οὐκ ἂν οἴμαι τινὰ νοῦν ἔχοντα ἕτερόν τι παρὰ ταῦτα ζητῆσαι. Ἄλλ’ οὕτως ἀπὸ τῶν ἀμφισβητουμένων ἄρχεται, καὶ ὡς ἀποδεδειγμένων, ἀρχὴν τῷ ἐφεξῆς δίδωσι λόγῳ. Ἀποδεχθέντος γὰρ πρῶτον ὅτι διὰ τινος ἐνεργείας ὁ Υἱὸς ὑπέστη· τίς ἂν ἦν μάχη πρὸς τὸ ἐπόμενον, τὸ

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
