# Contra Eunomium 335.2

Gregorius Nyssenus, Contra Eunomium, 335.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/335.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/335.2

Μὴ τι διὰ τῶν ὑπολοίπων κατηρπαλίσαστο τὸν ἀκέραιον τοῦτον καὶ ἀρρίζον λόγον, ὃς οὐδεμιὰ διὰ τῶν πρώτων κατεβλήθη πρὸς τὸ κατασκευαζόμενον δυνάμει; Ἡ καὶ τὰ λοιπὰ τῆς αὐτῆς ἔχεται ματαιότητος, οὐκ ἀπὸ τινὸς τῆς ἐκ τῶν λογισμῶν συμμάχιας τὴν ἰσχὺν προλαβόντα· ἀλλὰ διεξοδικὴν τε καὶ ἀκατάσκευον ὥσπερ ἐπὶ τῶν ὀνείρων διηγήσεων τὴν τῆς βλασφημίας ἔχδεσιν ἔχοντα; Λέγει γὰρ τοῖς εἰρημένοις ἐπισυνάψας ταῦτα· ὅτι Ἄμεσιτευτορ μὲν ἔχουσαν τὴν γέννησιν, ἀμερίστως δὲ σώζουσαν τὴν πρὸς τὸν γεγεννηκότα καὶ πεποιηκότα καὶ κτίσαντα σχέσιν. Εἰ γὰρ τὸ ἀμεσιτευτὸν τε καὶ ἀμέριστον καταλιπόντες, αὐτὴν ἐφ’ ἑαυτῆς θεωρήσαιμεν τὴν τῶν ῥημάτων διάνοιαν, εὑρήσομεν ὅτι πανταχοῦ τὸ ληρώδες τῆς διδασκαλίας δι’ οὐδενὸς ἰσχυροποιουμένου λόγου ταῖς ἀκοαῖς τῶν ἀπατωμένων προσορρίπτεται. Τὸν γεγεννηκότα, φησὶ, καὶ κτίσαντα καὶ ποιήσαντα. Ταῦτα κἂν τρία δοκεῖ, δύο νοημάτων ἔχει τὴν σημασίαν, τῷ τὰς δύο φωνὰς ἰσοδυναμεῖν ἀλλήλαις κατὰ τὴν ἔνοιαν. Τὸ γὰρ ποιῆσαι τὸ κτίσαι ταῦτόν ἐστιν· ἕτερον δὲ τὰ παρὰ εἰρημένα ἡ γέννησις. Τῆς οὖν κοινῆς τῶν ἀνθρώπων ὑπολήψεως, πρὸς διαφόρους ἔνοιας ἐκ τῆς τῶν ῥημάτων σημασίας μεριζομένης, τὴς ἡμῖν ἐπέδειξε λόγος ταῦτόν εἶναι τὴν γεννήσει τὸ ποίημα· Ἵνα τὴν μίαν οὐσίαν τῇ τῶν

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
