# Contra Eunomium 336.1

Gregorius Nyssenus, Contra Eunomium, 336.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/336.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/336.1

ρημάτων διαφορά, προσαρμόσωμεν; Ἐως γὰρ ἂν ἡ συνήθης κρατῇ σημασία τῶν λέξεων, καὶ μηδὲς εὑρίσκεται λόγος ὁ μετασκευάζων εἰς τὸ ἐναντίον τὰς τῶν ῥημάτων ἐμφάσεις· οὐκ ἐνδέχεται μίαν τινὰ φύσιν πρὸς τὴν τοῦ ποιήματος καὶ γεννήματος ἐνωσίαν διαχρισθῆναι. Ἐπειδή γὰρ ἐφ’ ἑαυτοῦ λεγόμενον τούτων ἕκαστερον, ἰδιάζουσαν ἔχει τὴν ἐρμηνείαν, ἀνάγκη πᾶσα, οἰκείαν τε καὶ συγγενῆ τοῖς ὀνόμασι συνεινοεῖσθαι καὶ τὴν σχετικὴν σύζυγίαν. Καὶ γὰρ τὰ λοιπὰ τῶν πρὸς τι λεγομένων, οὐ πρὸς τὸ ἀλλότριόν τε καὶ ἀκατάλληλον ἔχει τὴν οἰκειότητα. Ἄλλ’ ἤν σιωπηθῇ πρὸς ὃ λέγεται, αὐτομάτως μετὰ τοῦ πρωτοτύπου καὶ τὸ συνεξευγμένον ἀκούεται· οἷον δημιουργός, δοῦλος, φίλος, υἱός, καὶ τὰ τοιαῦτα. Πάντα γὰρ ὅσα τῇ πρὸς ἕτερον ἀναφορᾷ θεωρεῖται, τὴν οἰκείαν ἕκαστον, καὶ συνημμένην τοῦ δηλουμένου συγγένειαν διὰ τῆς προσηγρίας παριστῆσιν, ἀμίκτον ἔχουσα τὴν πρὸς τὸ ἑτερογενὲς κοινωνίαν. Οὐτε γὰρ τῷ δημιουργῷ τὸ ὄνομα τῷ υἱῷ συνέξευκται, οὔτε ἡ τοῦ δούλου φωνὴ πρὸς τὸν δημιουργὸν ἀναφέρεται, οὔτε ὁ φίλος τὸν δοῦλον ἐδήλωσεν, οὔτε ὁ υἱὸς τὸν δεσπότην· ἀλλὰ φανερὰν καὶ διαπεφρυμένην τούτων ἕκαστον τὴν πρὸς τὸ κατάλληλον σύζυγίαν ἐπιγινώσκομεν, νοοῦντες διὰ μὲν τοῦ φίλου ἕτερον φίλον, διὰ δὲ τοῦ δούλου τὸν κύριον· τὸ δὲ ἔργον διὰ τοῦ δημιουργοῦ, καὶ διὰ τοῦ υἱοῦ τὸν πατέρα. Οὕτω τοίνυν καὶ τὸ γέννημα πρὸς τὴν κυρίαν ἐμφασιν ἔχει. Οὐχὧν συνέξευκται τῷ μὲν γεννήματι ὁ γεννήσας, τῷ κτίσματι ὁ κτίσας.(a). Καὶ δι’ αὐτὸς, εἴγε μὴ ἀμείλουμεν σύγχυσιν τινὰ τῶν πραγμάτων διὰ τῆς τῶν ὀνομάτων ἰσκαλλαγῆς ἐμποιεῖν, σώζειν ἕκαστον τῶν πρὸς τι λεγομένων τὸ οἰκεῖως συνημμένον.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
