# Contra Eunomium 338.1

Gregorius Nyssenus, Contra Eunomium, 338.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/338.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/338.1

Ἄλλὰ πρὸς τὴν ἀκολουθίαν μετῆλθον. Ἄμεσίτευτον δὲ φησιν εἶναι τῆς οὐσίας τὴν γέννησιν, καὶ ἀμερίστως σῴζειν τὴν πρὸς τὸν γεγεννηκότα καὶ ποιήσαντα καὶ κτίσαντα σχέσιν. Εἰ μὲν οὖν τὸ ἀμερίστον τε καὶ ἀμεσίτευτον εἰπὼν τῆς οὐσίας, ἐν τούτῳ τὸν λόγον ἔστησεν, οὐχ ἐν τῇ εὐσεβοῦς ὑπολήψεως παρετράπη, ἐπεὶ καὶ παρ’ ἡμῶν ὁμολογεῖται τοῦ Υἱοῦ τὸ πρὸς τὸν Πατέρα συναφὲς τε καὶ ἀμεσίτευτον· ὡς μηδὲν εἶναι τὸ διὰ μέσου τούτων παρενευρόμενον, ὃ μεταξὺ τῆς τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα συναφείας εὑρίσκεται, μὴ διαστηματικὸν τι νόημα, μὴ αὐτὸ τὸ ἀχαραὲς τε καὶ ἄτομον, ὁ διχῇ τεμνομένου τοῦ χρόνου, τῷ παρελθόντι τε καὶ τῷ μέλλοντι, κατὰ τὸ ἐνεστὸς ἀμέρως ἐφ’ ἑαυτοῦ νοεῖται, οὔτε τοῦ παρελθόντος, οὔτε μέλλοντος μέρος γενέσθαι δυνάμενον, διὰ τὸ εἶναι καθόλου ἀδιάστατον τε καὶ ἄτομον, καὶ ὅπερ ἂν προστεθῇ, ἀνεπίδηλον. Τὸ οὖν καθαρῶς ἄμεσον, οὐδενὶ τοιούτῳ μεστέχεσθαι λέγομεν. Οὐ γὰρ ἂν ἐτι ἄμεσον εἴη τὸ μέσῳ τινὶ διειρηγμένον. Εἰ τοίνυν χαλεπὲς ἀμεσίτευτον εἶναι εἰπὼν τοῦ Υἱοῦ τὴν γέννησιν, μηδὲν τῶν εἰρημένων ἠνέγχε, τὴν εὐσεβοῦς νοουμένην τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα συνάφειαν ἐδοκίμασεν. Ἐπειδὴ δὲ καθάπερ μεταμεληθεὶς ἐφ’ οἷς εἵργε, εὐθὺς ἐπήγαγεν, ὅτι Σῴζει τὴν πρὸς τὸν γεγεννηκότα καὶ πεποιηκότα, καὶ κτίσαντα σχέσιν, ἐμώλυν τὸς δευτέρως τὰ πρότερα, τῷ καθαρῶ λόγῳ τὴν βλάσφημον φωνὴν ἐπαμέσας. Δῆλον γὰρ ὅτι χαλεπὶ τὸ ἀμεσίτευτον, οὐ πρὸς τὸ εὐσεβὲς βλέπει. Ἄλλ’ ὡς ἂν τις λέγοι μεταξὺ τοῦ ἤλου καὶ τοῦ χαλκέως μεσιτεύειν τὴν σφύραν· ταύτης δὲ εἶναι τὴν κατασκευὴν ἀμεσίτευτον. Οὕτω γὰρ τῶν ὀργάνων ὑπὸ τῆς τέχνης ἐξευρημένων, ἐπινοῖα τινὶ τὴν σφῦραν δι’ ἑτέρου τινὸς ὀργάνου παρὰ τοῦ τεχνίτου πρώτῃ γενέσθαι, καὶ οὕτω διὰ ταύτης τὰ ἄλλα. Ταῦτα καὶ περὶ τοῦ Μονογενοῦς νοεῖν ἢ τοῦ ἀμεσιτεύτου λέξις τὸν λογογράφον ἐνδείκνυται. Καὶ οὐ μόνος ἐν τούτῳ πεπλάνηται κατὰ τὴν ἄτοπλον τοῦ δόγματος ὁ Εὐνόμιος· ἀλλ’ ἐστι καὶ ἐν τοῖς θεογνώστῳ παπρημένοις τὸ ἴσον εὑρεῖν· ὅς φησι τὸν Θεὸν βουλομένον τοῦτο τὸ πᾶν κατασκευάσαι, πρῶτον τὸν Υἱὸν οἷον τινὰ κανόνα τῆς δημιουργίας προὔποστησασθαι. Οὐδὲ ἐκείνος συνιδὼν ἐν τῷ λόγῳ τὸ ἄτοπον· ὅτι τὸ μὴ ἑαυτοῦ χάριν, ἀλλὰ δι’ ἄλλο τι ἀτιμότερον ἐστι πάντως τοῦ δι’ ἑαυτοῦ, ὡς τὸ γεωργικὸν ἔργαλεῖον τῆς ζωῆς χάριν ἐπιτηδεύομεν· οὐ μὴν ἐπίσης τιμᾶται τῇ ζωῇ καὶ τὸ ἄροτρον. Οὕτω τοίνυν καὶ εἰ διὰ τὸν κόσμον ὁ Κύριος, καὶ οὐχὶ δι’ ἐκεῖνον τὰ πάντα, προτιμωτέρα ἐν εἴη τοῦ Κυρίου πάντα, ὧν χάριν ἐκεῖνον γενέσθαι λέγουσι. Τοῦτο καὶ νῦν διὰ τοῦ λόγου κατασκευάζουσι δι’ ὧν ἀμεσίτευτον ἔχειν τὴν

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
