# Contra Eunomium 341.2

Gregorius Nyssenus, Contra Eunomium, 341.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/341.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/341.2

Ἄλλὰ τί χρὴ κατασχοχαζομένους τῆς διανοίας ἀνακαλύπτειν τῷ λόγῳ τὴν κεκρυμμένην ἀπάτην, καὶ παρέχειν ἴσως ἀφορμὰς τοῖς ἀκούουσιν, ὡς οὐκ ἀληθῶς ἡμῖν ταῦτα τοῖς ἐχθροῖς προφέρουσιν; Ἰδοὺ γὰρ γυμνὴν ἡμῖν ἐκτίθεται τὴν βλασφημίαν, δι’ οὐδενὸς προκαλύμματος τὸν δόλον ἐπικρυπτόμενον, ἀλλ’ ἐμπαρῶς ὁλομένους τοῖς ἀτόποις ἐλεύθερα φωνῇ· οὕτω δὲ ἔχει τὰ γεγραμμένα· Ἡμεῖς μὲν οὖν, φησίν, οὐδὲν ἕτερον εὑρίσκοντες παρὰ τὴν οὐσίαν τοῦ Υἱοῦ τὸ δέχόμενον τὴν γέννησιν, ἐκ’ αὐτῆς τῆς οὐσίας τάττειν οἴωμεθα δεῖν τὰς προσρήσεις, εἴτε καὶ ψιλοῖς ῥήμασι λέγωμεν Υἱὸν καὶ γεννητόν, εἰ γε ταῦτα τῆς οὐσίας χωρίσωμεν, ἐκ τούτων ὁρμώμενοι καὶ τὸ παρηλλάχθαι τὰς οὐσίας ἀλλήλαισι πιστοῦμεθo. Οὐδὲν οὖναι χρήναι τὴν ἐν τοῖς εἰρημένοις ἀτοπίαν διὰ τῶν ἡμετέρων ἐλέγεσθαι λόγων. Αὐτὴ γὰρ ἡ τῶν γεγραμμένων ἀνάγνωσις ἰκανὴ στηλιτεύσαι τὴν βλασφημίαν. Οὕτω γὰρ διασκοπήσωμεν· Παρηλλάχθαι λέγει τὰς οὐσίας ἀλλήλων τοῦ Υἱοῦ τε καὶ τοῦ Πατρός. Τί τοίνυν διὰ τοῦ παρηλλαγμένου σημαίνεται; Πρῶτον αὐτὴν τὴν τῆς λέξεως ἔμφασιν ἐφ’ ἑαυτὸν ἐξετάσωμεν, ὡς ἂν μᾶλλον διὰ τῆς τοῦ ῥήματος ἐρμηνείας ἐκκαλυφθῇ τὸ βλάσφημον. Λέγεται τοίνυν ἐν τῇ καταχρήσει τῇ συνήθει τὸ ῥῆμα τῆς παραλλαγῆς, ἐπὶ σωμάτων μὲν, ὅταν ἐκ παραλύσεως ἢ τινος ἕτερου πάθους παρατραπὴ τι μέλος τῆς φυσικῆς ἁρμονίας. Ἐκ γὰρ τῆς πρὸς τὸ ὑγιαῖνον τοῦ πεσινωθὲνς ἀντιπαράθεσεως τὴν πρὸς τὸ χειρόν παρατροπὴν τοῦ παραδεδήμενου τὸ πάθος, παραλλαγὴν ὀνομάζομεν. Ἐπὶ δὲ τῶν ἐν ἠθεῖ κατ’ ἀρετὴν καὶ κακίαν διαφερόντων, ὅταν ὁ ἀκόλαστος βίος ἀντιπαρατιθέμενος τῷ καθαρίῳ τε καὶ σώφρονι, ἢ τῷ δικαίῳ ὁ ἄδικος, ἢ πρὸς τὸν πρᾶόν τε καὶ εἰρηνικόν τε καὶ ἡσύχιον, ὁ θυμώδης τε καὶ πολεμικὸς, καὶ τὴν ὀργὴν ἀταμείντος· καὶ πᾶν ὅλως τὸ τῇ παραθέσει τοῦ χρείττονος ἐν κακίᾳ κατηγορούμενον, παρηλλάχθαι λέγεται· τῷ μὴ συμβαίνειν ἀλλήλοις τὰ ἐπ’ ἀμφοτέροις γνωρίσματα, τοῦ τε καλοῦ φημι καὶ τοῦ χειρόνος. Ἐπὶ παρηλλάχθαι φαμέν καὶ τὰς ἐπὶ τῶν στοιχείων θεωρουμένας ποιότητας, ὅσαι κατὰ τὸ ἐναντίον ἀντιστοιχοῦσιν ἀλλήλαις, φθαριτικὴν κατ’ ἀλλήλων ἔχουσαι δύναμιν, οἷον τὸ θερμὸν τε καὶ τὸ ψυχρόν, ἢ τὸ ξηρὸν τε καὶ τὸ ὑγρόν, ἢ ὅλως, εἰ τι ἕτερόν πρὸς τὸ ἐναντίον ἀντικαθίσταται, καὶ τὸ ἐν τούτοις ἀσύμβατον, τῇ τῆς παραλλαγῆς διερμηνευόμενον ῥήματι. Καὶ πᾶν ὅλως τὸ διαφωνοῦν πρὸς τὸ ἕτερον ἐν τοῖς ἐπιθεωρουμένοις γνωρίσμασι,

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
