# Contra Eunomium 346.1

Gregorius Nyssenus, Contra Eunomium, 346.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/346.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/346.1

677 πάντα παραγόντα εἰς γένεσιν· Ἄλλὰ τὸ τοιοῦτον, ὡς δοκεῖν, ἡ καινὴ αὕτη σοφία πρὸς ἀτιμίαν ἔοικε βλέπειν, τὸ τῇ μεγαλειότητι τοῦ Πατρὸς τὸν Υἱὸν οἰκειῶσαι, μέγα δὲ καὶ ὑψηλὸν τὸ καταγαγεῖν αὐτὸν εἰς ὁμοίαν τῆς ἡμῖν ὁμοδόλου κτίσεως. Ὦ κενῶν ἐγκλημάτων! Βασίλειος ὡς ἀτιμάζων τὸν Υἱὸν δια-βάλλεται, ὁ τιμῶν αὐτὸν καθὼς τιμᾶται ὁ Πατήρ. Καὶ Εὐνόμιος τῆς τιμῆς τοῦ Μονογενοῦς ὑπεραγόμε-ται, ὁ τῆς ἀγαθῆς φύσεως τοῦ Πατρὸς ἀφανίζων. Τοιαύτην ἔσχε καὶ Παῦλος αἰτίαν παρ' Ἀθηναίοις ποτὲ πρὸς αὐτὴν ἐκείνων κατηγορούμενος, ὡς ξένα καταγγέλλων δαιμόνια, ὅτε τὴν περὶ τοὺς δαίμονας πλάνην τῶν εἰδωλολατρῶν διήλεγχε καὶ πρὸς τὴν ἀλήθειαν ἐχειραγώγει, καταγγέλλων ἐν τῷ Ἀρειο-πάγῳ τὴν ἀνάστασιν. Ταῦτα καὶ νῦν οἱ νέοι Στωϊκοὶ καὶ Ἐπικούρειοι τῷ μύμητι τοῦ Παύλου προσφέρον-σιν, οἱ εἰς οὐδὲν ἕτερον εὐκαιροῦντες, καθὼς περὶ τῶν Ἀθηναίων ἡ ἱστορία φησίν, ἢ εἰς τὸ λέγειν τι καὶ ἀκοῦειν καινότερον.Τί γάρ ἂν εὑρεθείη τούτων και-νότερον, Υἱὸς ἐνεργείας, καὶ Πατὴρ κτίσματος, καὶ Θεὸς πρόσφατος ἐκ τοῦ μὴ ὄντος ἀναφυόμενος, καὶ ἀγαθὸν ἀγαθοῦ παρηλλαγμένος; Οὗτοί εἰσιν οἱ διὰ τοῦ μὴ εἶναι αὐτὸν λέγειν, ὅπερ ἐστὶν ἡ τοῦ γεννήσαντος φύσις, τιμῆν προσποιουμένοι καὶ καθηκούσας τι-μας. Ἄρ' αἰδεῖται τὸ εἶδος τῆς τοιαύτης τιμῆς ὁ Εὐνόμιος, εἰ μὴ πρὸς τὸν Πατέρα λέγει τὶς αὐτὸν οἰκειωσάσθαι τῇ φύσει, ἀλλὰ πρὸς τι τῶν ἑτερογενῶν τὴν κοινωνίαν ἔχειν; Εἰ γὰρ ὁ πρὸς τὴν κτίσιν κοι-νοποιῶν τὸν τῆς κτίσεως Κύριον, τιμᾶν ἐν τούτοις αὐτὸν διορίζει, τιμᾶσθω καὶ οὗτος πρὸς τὸ ἄλογον ἢ ἀναίσθητον κατὰ τὴν φύσιν κοινοποιούμενος. Εἰ δὲ τούτῳ χαλεπὸν καὶ ἐφύβριστον ἢ πρὸς τὸ χειρὸν ἐστὶ κοινωνία, πῶς τῇ δεσποτεύουσι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος, καθὼς φησιν ὁ Προφήτης, τιμὴ ἐστι, τὸ τῇ ὑποχείριῳ καὶ δουλεύουσῃ φύσει συγκα-τατάττεσθαι; Ἄλλὰ ταῦτα μὲν εἰς τοσοῦτον.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
