# Contra Eunomium 351.1

Gregorius Nyssenus, Contra Eunomium, 351.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/351.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/351.1

ω πάντων ὑμεῖς ἀθλιώτατοι, μορφὴν ἔχων δούλου, μορφὴν ἀναλαμβάνει δούλου; Πῶς ὁ ἄν τις ἑαυτὸν εἰς τοῦτο κενώσειεν ὅπερ ἐστιν; Οὐ μὲν οὖν εὑρήσετε τούτων τινὰ μηχανὴν, καίπερ ὄντες τολμηροὶ λέγειν καὶ φρονεῖν ἀμήχανα. Πῶς δὲ οὐκ ἐλεεινώτατοι πάντων ὑμεῖς, ἄνθρωπον ὑπὲρ πάντων ἀνθρώπων πεπονθὼνὰ δοξάζοντες, καὶ τούτῳ τὴν ἑαυτῶν ἀνατίθεντες λύτρωσιν; Εἰ γὰρ μὴ περὶ τοῦ ἐν ἀρχῇ ὄντος Λόγου καὶ Θεοῦ ὄντος ὁ μακάριος διαλέγεται Πέτρος, ἀλλὰ περὶ τοῦ βλεπομένου καὶ κενώσαντος ἑαυτόν, καθὼς φησι Βασίλειος· Ἐκένωσεν δὲ ὁ βλεπόμενος ἄνθρωπος ἑαυτὸν εἰς δούλου μορφὴν· ὁ δὲ κενώσας ἑαυτὸν εἰς δούλου μορφὴν, εἰς ἀνθρώπου γένεσιν ἐκένωσεν ἑαυτόν, ὁ βλεπόμενος ἄνθρωπος εἰς ἀνθρώπου γένεσιν ἐκένωσεν ἑαυτόν. Ἀλλ᾽ ἀντιμάχεται μὲν τούτοις καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις· ἀντιλέγεται δὲ περιφανῶς καὶ αὐτὸς τῇ θεολογίᾳ τὴν οἰκονομίαν ταύτην ὑμνήσας· οὐ τὸν βλεπόμενον ἄνθρωπον, ἀλλ᾽ αὐτὸν τὸν ἐν ἀρχῇ ὄντα Λόγον, καὶ Θεὸν ὄντα, σάρκα ἀνελήφεναι λέγων· ὅπερ ἄλλαις φωναῖς Ἰσὸν ἐστὶ τῇ μορφῇ δούλου λαβεῖν. Οἱ μὲν οὖν ταῦτα νομίζετε πιστὰ, μετῆθεσθε τοῦ πλάνου, παύσασθε τὸν ἄνθρωπον εἰς ἄνθρωπον κενωθῆναι δοξάζοντες. Εἰ δὲ οὐχ ἱκανοὶ ἔστε πείθειν ἀπίστους, ἑτέρα φωνὴ καὶ δευτέρα ψυχὴ τὴν ἀπιστίαν λύσατε. Ὑπομνήσθε τοῦ φήσαντος· Ὁς ἐν μορφῇ Θεοῦ ὑπάρχω, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβὼν· οὐ γὰρ ἐστιν ἀνθρώπων οὐδεὶς ὅς τούτων οἰκειώσεται τὸν λόγον. Οὐδεὶς τῶν πώποτε γενομένων ἁγίων, μονογενὴς ἦν Θεός, γενόμενος ἄνθρωπος. Τοῦτο γὰρ ἐστιν ἐν μορφῇ Θεοῦ ὑπάρχοντα, μορφὴν δούλου λαβεῖν. Εἰ τοίνυν περὶ τοῦ κενώσαντος ἑαυτὸν εἰς τὴν τοῦ δούλου μορφὴν ὁ μακάριος διαλέγεται Πέτρος· ἐκένωσε δὲ ἑαυτὸν εἰς τὴν δούλου μορφὴν ὁ ἐν ἀρχῇ ὢν Λόγος, καὶ Θεὸς ὢν μονογενής, περὶ τοῦ ἐν ἀρχῇ ὄντος καὶ Θεοῦ ὄντος ὁ μακάριος διαλέγεται Πέτρος, καὶ τοῦτον ἐκδιδάσκει γενομένα· Κύριον καὶ Χριστόν. Ταύτην μέντοι τὴν μάχην αὐτὸς πρὸς ἑαυτὸν ἀναστρέφει Βασίλειος καὶ δείκνυται σαφῶς, οὔτε τῷ βουλήματι τῶν ἀποστόλων τὸν ἑαυτοῦ νοῦν ἐπιστήσας, οὔτε τῶν οἰκείων λόγων φυλάττων τὴν ἀκολουθίαν· ἐξ ὧν ἡ συναίσθόμενος τῆς ἀνωμαλίας συγχωρήσει τὸν ἐν ἀρχῇ ὄντα Λόγον καὶ Θεὸν ὄντα γενομένα Κύριον, μαχομένους μαχόμενα συνάπτων καὶ τούτοις παραμένων φιλονεικῶς, ἑτέρα προσθήσει πολεμιώτερα· δύο κατασκευάζων εἶναι Χριστούς, καὶ δύο Κυρίους· εἰ γὰρ ἕτερος μὲν ὁ ἐν ἀρχῇ ὢν Θεὸς Λόγος· ἕτερος δὲ ὁ κενώσας ἑαυτὸν καὶ μορφὴν δούλου λαβὼν· Κύριος δὲ καὶ ὁ Θεὸς Λόγος δι᾽ οὗ τὰ πάντα· Κύριος δὲ καὶ ὁ Χριστὸς οὗτος ὁ Ἰησοῦς, ὁ σταυρωθεὶς, μετὰ τὸ γενέσθαι τὰ πάντα· δύο κατ᾽ αὐτὸν Κύριοι καὶ Χριστοί. Τοῦτον μὲν οὖν οὐδεὶς παραιτήσει λόγος τῆς οὐτο περιφανοῦς βλασφημίας. Εἰ δὲ τις τοῦτο συνιστάμενος φαῖν τὸν αὐτὸν μὲν εἶναι τὸν ἐν ἀρχῇ Λόγον καὶ γενομένα Κύριον, κατὰ δὲ τὴν ἐν σαρκὶ παρουσίαν γεγενηθῆναι Κύριον

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
