# Contra Eunomium 352.1

Gregorius Nyssenus, Contra Eunomium, 352.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/352.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/352.1

καὶ Χριστὸν, ἀναγκαῖον ἔσται πάντως εἰπεῖν, πρὸ τῆς ἐν σαρκὶ παρουσίας μὴ εἶναι τὸν Υἱὸν Κύριον. Ἄλλὰ γὰρ εἰ καὶ Βασιλεῖω, καὶ τοῖς κατ’ αὐτὸν ἀπίστοις δύο Κύριοι καὶ Χριστοὶ καταγγέλλονται· ψευδῶς, ἀλλ’ ἡμῖν γε εἰς Κύριος καὶ Χριστός, δι’ οὗ τὰ πάντα γέγονεν, οὐ κατὰ προκοπὴν γενομένος Κύριος, ἀλλὰ πρὸ πάσης κτίσεως, καὶ πρὸ πάντων αἰώνων ὑπὸ τῶν ἁγίων συμφωνῶς ἐκδιδασκόντων, καὶ καταγγελλάντων δογμάτων τὸ κάλλιστον. “Ὁ τε γὰρ μακάριος Ἰωάννης τὸν Θεὸν Λόγον, δι’ οὗ τὰ πάντα γέγονεν, ἐν σαρκὶ γεγενῆσθαι διδάσκει, λέγων· Καὶ ὁ Λόγος σὰρξ ἐγένετο· ὁ τε θαυμασιώτατος Παῦλος, εἰς ταπεινωροσύνην ἐνάγων τοὺς προσέχοντας· αὐτὸν τὸν νῦν, Χριστὸν Ἰησοῦν λέγει τὸν ἐν μορφῇ Θεοῦ ὑπάρχοντα, καὶ κενώσαντα ἑαυτὸν εἰς δούλου μορφὴν, καὶ ταπεινωθέντα μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· καὶ πάλιν ἐν ἑτέρῳ, Κύριον τῆς δόξης ὀνομάζει τὸν σταυρωθέντα. Ὁ γὰρ Ἐργασάμενος, φησίν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν· καὶ πολὺ γε τούτου γυμνότερον αὐτὴν τὴν οὐσίαν ὀνομάζει Κύριον, εἰπών· Ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστιν. Ὁ τοῖνυν ἐν ἀρχῇ Λόγος, καθὸ πνεῦμα, Κύριος καὶ τῆς δόξης Κύριος· τοῦτον δὲ τὸν Κύριον καὶ Χριστὸν ἐποίησεν ὁ Θεός· αὐτὸ τὸ πνεῦμα καὶ τὸν Θεὸν Λόγον ἐποίησεν ὁ Θεός, καὶ οὐχ ἄλλον τινὰ Κύριον, ὃν ὑπεροπτολεῖ Βασιλεῖος. »

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
