# Contra Eunomium 373.2

Gregorius Nyssenus, Contra Eunomium, 373.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/373.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/373.2

Πῶς οὖν οὐχ ὁρᾷς ὅλην περὶ τὸ δεικνύμενον ἀναστρεφομένην τοῦ λόγου τὴν ἔνοιαν, ἀλλὰ γελοῖός εἶ ἐν τῇ μειρακιώδει πλοκῇ τοῦ σοφίσματος, λέγων· Ἐν τῷ φαινομένῳ Χριστὸν τε καὶ Κύριον πεποιηθῆναι παρὰ τοῦ Θεοῦ πεπιστεύκαμεν, ἀνάγκη εἶναι πάλιν εἰς ἄνθρωπον μετακινεῖσθαι τὸν Κύριον, καὶ δευτέραν ὑποδεῖσθαι γέννησιν; Τί μᾶλλον διὰ τούτων τὸ καθ’ ὑμᾶς δόγμα κραταιοῦται; Πῶς διὰ τῶν εἰρημένων ἡ τοῦ βασιλέως τῆς κτίσεως οὐσία κτιστὴ ἀποδεικνύται; Ἐγὼ μὲν γὰρ τούναντίον φημί, τὰ ἡμέτερα διὰ τῶν μαχομένων ἡμῖν συναγορευεῖσθαι, καὶ ὑπὸ τῆς ἄγαν προσοχῆς μὴ συνευρακέναι τὸν ῥήτορα, ὅτι πρὸς τὸ ἄτοπον ὁρῶν ἐξῴδιν τὸν λόγον, δι’ ὃν ἀναστρέπειν ἐπιχειρεῖ, διὰ τούτων τοῖς πολεμουμένοις συναγορεύει. Εἰ γὰρ ἐκ τοῦ ὑπερέχοντος πρὸς τὸ ταπεινὸν πιστεύειν χρή γεγενηθῆναι τοῦ Ἰησοῦ τὴν μετάστασιν· μόνη δὲ ὑπέρκειται τῆς κτίσεως ἡ θεία τε καὶ ἀκτιστος φύσις, κτιστὸς δὲ ὁ ἄνθρωπος· τὰρα διαβλέψας διὰ τοῦ ἰδίου λόγου πρὸς τὴν ἀλήθειαν μετατάξεται, συνθέμενος ἐν τῇ κτιστῇ κατὰ φιλανθρωπίαν γεγενηθῆναι τὸ ἀκτιστον. Εἰ δὲ οἴεται κτιστὸν ἀποδεικνύειν τὸν Κύριον, διὰ τοῦ δεῖξαι Θεὸν ὄντα τῆς ἀνθρωπίνης φύσεως μετεσχηκέναι, πολλὰ τοιαῦτα πρὸς τὴν τοῦ Ἰησοῦ κατασκευὴν εὑρεθήσεται, ἐκ τοῦ ὁμοίου τὴν συνηγορίαν πληροῦντα τῷ λόγῳ. Καὶ γὰρ ἐπειδὴ Λόγος ἦν καὶ Θεὸς ἦν· μετὰ ταῦτα δὲ, καθὼς φησιν ὁ προφήτης, Ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνήναστραψεν, ἐν τῶν κτισμάτων εἶναι διὰ τούτων ἀποδειχθήσεται. Εἰ δὲ ταῦτα πόρρω τῶν ζητουμένων, οὐδὲ τὰ ὅμοια πάντως τοῖς προκειμένοις ψεχέεται. Ἵσον γὰρ ἐστὶ κατὰ τὴν ἔνοιαν τὸν ἐν ἀρχῇ ὄντα Λόγον μετὰ ταῦτα πεφανερῶσθαι τοῖς ἀνθρώποις διὰ σαρκὸς λέγειν, καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχοντα, τὴν τοῦ δούλου μορφὴν ὑποδεῖσθαι. Ἄν δὲ τὸ ἕτερον εἰς κατασκευὴν τῆς βλασφημίας ἀνόντων, συναποβαλεῖν ἀνάγκη καὶ τὸ λειπόμενον. Ἀλλὰ συμβουλεύει φιλανθρώπως ἡμῖν μεταθέσθαι τοῦ πλάνου, καὶ ὑποδεικνύσιν ἣν αὐτὸς κατασκευάσει ἀλήθειαν, τὸν ἐν ἀρχῇ, φησίν, ὄντα Λόγον καὶ Θεόν, τοῦτον πεποιηθῆναι διδάσκει ὁ ἀπόστολος Πέτρος. Ἄλλ’ εἰ μὲν ὑπενεῦρος ἡμῖν ὑποκρίνεται, καὶ τὴν ἐνύπνιον ἐπηγγέλλου μαντείην, κινδύνους ἦν ἴσως οὐδὲς πρὸς τὸ δοκοῦν συγχωρεῖν αὐτὸ παραγαγεῖν τὰ τῆς φαντασίας αἰνίγματα. Ἐπεὶ δὲ τὰς θείας φωνὰς ἐξηγεῖσθαι φησίν, οὐχὶ ἀσφαλὲς ἡμῖν κατ’ ἐξουσίαν αὐτῷ διδόναι παραερμηνεύειν τὰ ῥήματα. Τί φησιν ἡ Γραφή; Ὅτι Κύριον καὶ Χριστὸν ἐποίησεν

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
