# Contra Eunomium 375.1.21-29

Gregorius Nyssenus, Contra Eunomium, 375.1.21 to 375.1.29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/375.1.21
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/375.1.21

δίδωσι τὴν κατά τῶν ἀπειθούντων ἀρχήν· οὕτως καὶ ὁ μακάριος Πέτρος Χριστόν, τοῦτ’ ἐστὶ βασιλέα πάντων γεγενήσθαι λέγων, προσέθηκε τὸ, αὐτόν, ἵνα χωρίσῃ τῆς τε οὐσίας καὶ τῶν περὶ ταύτην θεωρουμένων τὸν λόγον. Ὄντα γὰρ ὅπερ ἐστί, τὰ εἰρημένα ἐποίησεν. Εἰ μὲν οὖν εὐαγὲς ἦν ἐπὶ τῆς ὑπερχούσης φύσεως τὸ κατὰ προκοπὴν τι γενέσθαι λέγειν, οἷον ἐξ ἰδιώτου βασιλέα, καὶ ἐκ ταπεινοῦ ὑψηλόν, καὶ ἐκ δούλου κύριον, ἔπρεπεν B ἴσως καὶ τὴν τοῦ Πέτρου φωνὴν τῇ θείᾳ τοῦ Μονογενοῦς ἐφαρμόζειν οὐσία. Ἐπεὶ δὲ τὸ πότε εἶναι πεπίστευται, πάντοτε ὡσαύτως ἔχει, προσθήκης μὲν πάσης ἄνωτερον, μειώσεως δὲ ἀνεπίδεκτον, ἀνάγκη πᾶσα πρὸς τὸ ἀνθρώπινον ἄγειν τὸν λόγον. Ὁ γὰρ Θεὸς Λόγος, ὅπερ ἐν ἀρχῇ ἦν, τοῦτο καὶ νῦν ἐστί, καὶ εἰσαῖ διαμένει. Ἄει βασιλεύς, ἀεὶ Κύριος, Ὕψιστος ἀεὶ καὶ Θεός, οὐδὲν τούτων ἐκ προκοπῆς γεγονένος, ἀλλὰ πάντα ὅν ἐν τῇ δυνάμει τῆς φύσεως, ὅσα καὶ λέγεται. Ὁ δὲ ἐξ ἀνθρώπου διὰ τῆς ἀναλήψεως πρὸς τὸ Θεὸν ὑψωθείς, ἄλλο τι ὤν, καὶ ἄλλο γεγόνενς, κυρίως καὶ ἀληθῶς Χριστὸς καὶ Κύριος γεγενήσθαι λέγεται. Ἐκ δούλου γὰρ αὐτὸν Κύριον.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
