# Contra Eunomium 380.1

Gregorius Nyssenus, Contra Eunomium, 380.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/380.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/380.1

Κύριον εἰπε καταλαμβάνεσθαι, ὅς τῷ ζωοποιῶν πνευμᾶ ἐστι. Τὸ δὲ ὁφθλὸν Εὐαγγέλιον φησί· Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ πνεῦμα ἐστι καὶ ζωή, ὡς γυναι δυνα τοῦ σωματικοῦ προκαλύπτεσθαι. Οὐσίαν δὲ τοῦ Μονογενοῦς τὸ πνεῦμα νοεῖν, τοὺς ὀνειροπόλους ἂν φήσοιμεν· μᾶλλον δὲ κατὰ περιουσίαν πολλὴν καὶ τοὺς ἐκείνων χρησόμεθα, καὶ διὰ τῶν ἐναντίων βαλὼν καθοψίσωμεν τὴν ἀλήθειαν. Ἔξεστι γὰρ συλλαγωγεῖσθαι περὶ τῶν Ἰσραηλιτῶν τῶν Αἰγυπτίων, καὶ ποιῆσαι τὴν ἐκείνων πλοῦτον ἡμετέρων κόσμον. Εἰ πνεῦμα λέγεται τοῦ Υἱοῦ ἡ οὐσία, πνεῦμα δὲ καὶ ὁ Θεός· οὕτω γὰρ λέγει καὶ τὸ Εὐαγγέλιον καὶ ἡ τοῦ Πατρὸς οὐσία πάντως λέγεται πνεῦμα. Ἄλλὰ μόνον ἐκείνων λόγος ἐστι, ὅ ἀνομοίας προφεράμενον, καὶ κατὰ τὴν φύσιν ἀνομοίας ἔχειν· συνάγεται πάντως, τὰ ὁμοιῶς λεγόμενα, μηδὲ κατὰ τὴν φύσιν ἑλλοτριωθῆναι πρὸς ἄλληλα. Ἐπεὶ οὖν κατὰ τὸν λόγον αὐτῶν πνεῦμα λέγεται τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς ἡ οὐσία· τὸ μὴ εἶναι τὴς οὐσίας διαφοράν, διὰ τούτων σαφῶς ἀποδείκνυται.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
