# Contra Eunomium 387.1

Gregorius Nyssenus, Contra Eunomium, 387.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/387.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/387.1

A κατ' οὐσίαν ἀλλότριον κατασκευάζοντι συγχωρήσωμεν, ἡμεῖς δὲ διὰ τῶν χωρητῶν ἡμῖν ὑποδειγμάτων τὸ οἰκεῖον τῆς φύσεως ἀποδεικνύντες ἀπολητοῦ; 'Αλλὰ Πέτρος, φησί, καὶ Παῦλος παρὰ ἀνθρώπων κατωνομάσθησαν, καὶ διὰ τοῦτο καὶ μετατεθῆναι τὰς προσῳγρίας ἐπ' αὐτῶν δυνατὸν γέγονε. Τί δὲ τῶν ὄντων οὐ παρὰ ἀνθρώπων ὀνόματα; Σὲ μάρτυρα τοῦ λόγου προσάγασα. Εἰ γὰρ τὴν τῶν ὀνομάτων μετάθεσιν σημεῖον ποιῆ τοῦ παρὰ ἀνθρώπων κατωνομάσθαι τὰ πράγματα, συνθήσῃ διὰ τούτου πάντως πᾶν ὄνομα παρ' ἡμῶν τεθεῖσθαι τοῖς οὖσιν, ἐκ τοῦ μὴ τὰς αὐτὰς τῶν ὑποκειμένων προσῳγρίας παρὰ πᾶσι κεκρατηκέναι. Ὡς γὰρ Παῦλος, ὁ πρότερον Σαῦλος, καὶ Πέτρος ἐκ Σίμωνος, οὕτω γῆ τε καὶ οὐρανός, καὶ ἀήρ, καὶ θάλασσα, καὶ πάντα τὰ τῆς κτίσεως μέρη, οὐχ ὁμοίως παρὰ πᾶσιν ὀνόματα: ἀλλ' ἕτερως μὲν παρ' Ἑβραίοις, ἕτερως δὲ παρ' ἡμῖν, καὶ παρ' ἑκάστοις τῶν ἐθνῶν διαφόροις ταῖς προσῳγρίαις κατωνομάζεται. Εἰ οὖν ἰσχύει τοῦ Εὐνομίου τὸ ἐπιχείρημα, Πέτρον καὶ Παῦλον διὰ τοῦτο μετακαλεῖσθαι κατασκευάζοντος, διὰ τὸ παρὰ ἀνθρώπων αὐτοῖς τὰς προσῳγρίας τεθεῖσθαι, ἰσχύει πάντως καὶ ὁ ἡμέτερος λόγος ἐκ τῶν ὁμοίων ὁρμώμενος, ὅ πάντα παρ' ἡμῶν κατωνομάσθαι λέγων, τῷ πάντων τὰς προσῳγρίας κατὰ τὰς τῶν ἐθνῶν διαφορὰς ἐνηλλάχθαι. Εἰ δὲ τὰ πάντα οὕτως, οὐδὲ τὸ γεννητὸν πάντως καὶ ἀγέννητον ἄλλως. Καὶ γὰρ καὶ ταῦτα τὰ μετονομαζομένων ἐστί. Τὸ γὰρ ἐγγιγνόμενον ἡμῖν περὶ τοῦ ὑποκειμένου νόημα, ὡς ὀνόματος τύπον μεταλαμβάνοντες, ἄλλοτε ἄλλοις ῥήμασι τὸ νοηθὲν ἐξαγγέλλομεν, οὐχὶ μεταποιούντες τὸ πρᾶγμα, ἀλλὰ τὰ ῥήματα δι' ὧν ὀνομάζομεν. Τὰ μὲν γὰρ πράγματα καθὼς ἂν ἔχοι φύσεως ἐφ' ἑαυτῶν μένει: ἡ δὲ διάνοια τῶν ὄντων ἀπτομένη, δι' ὧν ἂν γένηται δυνατὸν ῥημάτων, ἀνακαλύπτει τὸ νόημα. Καὶ ὥσπερ οὐ συμπετεβλήθη τῇ μεταβολῇ τοῦ ὀνόματος ἡ οὐσία τοῦ Πέτρου οὕτως οὐδὲ ἄλλο τι τῶν θεωρουμένων ἐν τῇ τῶν ὀνομάτων ἐπαλλαγῇ μεταβάλλεται. Διὸ καὶ τὴν τοῦ ἀγεννήτου φωνὴν παρ' ἡμῶν ἐπιτεθεῖσθαι φαμεν τῷ ἀληθινῷ καὶ πρώτῳ Πατρὶ τῷ τοῦ παντὸς αἰτίῳ, καὶ μηδεμίαν ἐν τῇ σημασίᾳ τοῦ ὑποκειμένου γίνεσθαι βλάβην, εἰ ἐξ ἑτέρας φωνῆς τὸ ἴσον γνωρίσαιμεν. Ἔξεστι γὰρ ἀντὶ τοῦ εἰπεῖν ἀγέννητον, πρῶτον αἴτιον αὐτὸν προσειπεῖν τὴν Πατέρα τοῦ Μονογενοῦς, ἢ ἐκ μηδεμιᾶς αἰτίας ὑφεστηκότα, καὶ πολλὰ τοιαῦτα ὅσα πρὸς τὴν αὐτὴν διάνοιαν φέρει. Ὡστε καὶ δι' ὧν ἐγκαλεῖ λόγων, κρατύνει τὰ ἡμέτερα δόγματα: ὅτι ὄνομα τῆς θείας φύσεως σημανεικὸν οὐκ ἐμάθομεν. Ἄλλὰ τὸ μὲν εἶναι αὐτὴν ἐδιδάχθμεν, δύναμιν δὲ προσῳγρίας τοιαύτης δι' ἧς ἐμπεριλαμβάνεται ἢ ἀπροστός τε καὶ ἀόριστος φύσις, ἢ οὐκ εἶναι καθ' ὅλου φαμέν, ἢ πάντως ἡμῖν ἀγνωστον εἶναι. Ὡστε παρεῖς τὴν συνήθῃ μυθολογίαν, δεῖξω τὰς σημαντικὰς τῶν οὐσιῶν προσῳγρίας, καὶ τῇ παραλλαγῇ τῶν ὀνομάτων συνδιασχιζέτω τὸ ὑποκείμενον. Ἔως δ' ἂν ὁ τῆς Γραφῆς ἀληθεύει λόγος, ὅτι Ἄβραὰμ καὶ Μωϋσῆς οὐκ ἐχώρησαν τὴν τοῦ ὀνόματος γνῶσιν ἢ οὐσία ὅτι θεόν

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
