# Contra Eunomium 392.1.15-23

Gregorius Nyssenus, Contra Eunomium, 392.1.15 to 392.1.23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/392.1.15
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/392.1.15

Ταῦτα καὶ τὰ τοιαῦτα παρὰ τῶν θεοφορουμένων ἀκούοντες, πῶς οὐχ ἡ μὴ ἐξ ἀδίου ἔστιν, ὡς πρόσφατον τε καὶ ἀλλότριον τῆς ἀληθινῆς θεότητος, τοῖς εἰδωλολατρίας προσκυνεῖν καταλείπομεν; Τὸ γὰρ νῦν ὂν, πρότερον δὲ μὴ ὂν, πρόσφατόν ἐστι πάντως καὶ οὐχ ἀδίων· τὸ δὲ πρὸς τι τῶν προσφάτων ὄρᾶν, δαιμόνων λατρείαν ὁ Μωσῆς ὀνομάζει, λέγων· "Ἔθυσαν δαιμονίοις καὶ οὐ θεοῖς· θεοὺς οὓς οὐκ ἤδεισαν οἱ πατέρες αὐτῶν, καὶ νοὶ καὶ πρόσφατοι ἦκασιν. Εἰ οὖν τὸ πρόσφατον ἐν σεβάσματι, δαιμόνων ἐστὶ λατρεία, καὶ τῆς ἀληθινῆς θεότητος ἡλοτριωται· ὁ δὲ νῦν μὲν ἔστιν, ἀεὶ δὲ οὐκ ἦν, πρόσφατόν ἐστι καὶ οὐχ ἀδίων, ἀναγκαίως πρὸς τὸ ὂν βλέποντες, τοὺς τὸ μὴ ὂν τῷ ὄντι συνθεωροῦντας καὶ λέγοντας, ὅτι ποτὲ οὐκ ἦν, τοῖς θεραπευταῖς τῶν εἰδώλων ἐγκαταλέγομεν. Καὶ γὰρ ὁ μέγας "Ἰωάννης τὸν μονογενῆ θεὸν ἰδίῳ καταγγέλλων κηρύγματι, παντοῖως τὸν ἐαυτοῦ κατασφαλίζεται λόγον, ὡς μὴ τινα πέρασον τὴν τοῦ μὴ εἶναι ὑπολήψιν κατὰ τοῦ ὄντος λαβεῖν. Λέγει γὰρ, ὅτι "Ἐν ἀρχῇ ἦν, καὶ πρὸς τὸν θεὸν ἦν, καὶ θεὸς ἦν, καὶ φύς ἦν, τοῖς θεοῖς καὶ ἀλήθεια, καὶ πάντα τὰ ἀγαθὰ πάντως ἦν, καὶ οὐδὲν οὐδέποτε τι τῶν καλῶν οὐκ ἦν, ὁ πάντων τῶν ἀγα-

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
