# Contra Eunomium 394.1

Gregorius Nyssenus, Contra Eunomium, 394.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/394.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/394.1

ἐν τούτοις εὑρίσκεται, ὁ εἰπών, ὅτι ὁ Ἐωραχὸς ἐμὲ ἔδρακε τὸν Πατέρα. Ἄλλὰ καὶ τὸ παρὰ τοῦ Ἀποστόλου οὕτως ἐν μάλιστα νοηθεῖ, καλῶς καὶ προσφυῶς ἔχον, τὸ ἀπαύγασμα εἶναι τῆς δόξης καὶ χαρακτῆρα τῆς ὑποστάσεως τὸν Υἱόν. Τοῖς γὰρ ἀδυνατοῦσιν ἐπὶ τὸ ὕψος τῆς θεουργίας τῶν λογισμῶν ἀγαγεῖν διὰ τῆς τῶν νοητῶν θεωρίας · τούτους ἐκ τῆς αἰσθήσεως προφαινόμενους ἐμποιεῖ τινὰ τοῖς ἀκούουσι τὸν Ἀπόστολος τοῦ ἀληθοῦς φαντασίαν. Ὡς γὰρ τὸ ἡλιακὸν σῶμα ὅλῳ τῷ περιέχοντι κύκλῳ χαρακτηριζόμενον, καὶ ὁ τὸν κύκλον ἰδών, ὅλου τοῦ κατὰ τὸ βάθος ὑποκειμένου τῇ ὑπόστασιν διὰ τοῦ φαινομένου ἀνελογίζετο · οὕτως εἶπεν ἐν τῇ μεγέθει τῆς τοῦ Υἱοῦ δυνάμει τοῦ τοῦ Πατρὸς μεγαλεῖον χαρακτηρίζεισθαι, ἵνα ὅσον τοῦτο γινώσκηται, τοσοῦτον εἶναι κάκεινο πιστευθῇ. Καὶ πάλιν ὡς ἐκ παντὸς τοῦ ἡλιακοῦ κύκλου τῇ τοῦ φωτὸς λαμπηδόνι ἀπαγγέλεται · οὐ γὰρ ἐν τι λαμπέται, τὸ δὲ ἀλαμπές ἐστι τοῦ κύκλου · οὕτως ὅλη ἡ δόξα ἥτις ἐστίν, ὁ Πατὴρ, τῷ ἐξ αὐτοῦ ἀπαύγασματι, τοῦτ’ ἐστὶ τῇ ἀληθινῇ φωτὶ πανταχόθεν περιμαρτυρεῖται. Καὶ ὡς ἐκ τοῦ ἡλίου μὲν ἐστιν ἡ ἀκτίς · οὐ γὰρ ἂν ἦν ἀκτίς, εἰ μὴ ὁ ἥλιος ἦν, οὐ μὴν ποτὲ χωρὶς τῆς ἀπαυγαζομένης ἀκτίνος ἐφ’ ἑαυτοῦ νοεῖται ὁ ἥλιος · οὕτω τὸ συναφές τε καὶ ἀδὶον τὸς ἐκ τοῦ Πατρὸς ὑπάρξεως τοῦ Μονογενοῦς παραδιδούς ὁ Ἀπόστολος, ἀπαύγασμα δόξης τὸν Υἱὸν κατενόμησε.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
