# Contra Eunomium 396.2

Gregorius Nyssenus, Contra Eunomium, 396.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/396.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/396.2

Οὕτωσι δὲ τοῦ δόγματος ἡμῖν διευκρινηθέντος, καιρός ἂν εἴη καὶ τὸν ἐναντίον προθεῖναι καὶ θεωρῆσαι λόγον, ἐκ παραλλήλου πρὸς τὰς ἡμετέρας ὑπολήψεις ἀντεξετάζοντα· λέγει δὲ οὕτως· Δυὸ γὰρ ὄντως, φησί, τῶν ὑφ' ἡμῶν εἰρημένων, τοῦ τε πρὸ τῆς ἰδίας γεννήσεως μὴ εἶναι τὴν οὐσίαν τοῦ Μονογενοῦς, καὶ τοῦ γεννηθεῖσα πρὸ πάντων εἶναι, οὐδ' ἕτερον τῶν εἰρημένων ἐλλέχει ψεύδος. Οὐτε γὰρ ὡς πρὸ τῆς ἀνωτάτω γεννήσεως καὶ συστάσεως ἦν, εἰπεῖν ἐτόλμησεν, ἀντιπείτουσα τῆς τοῦ Πατρὸς φύσεως, καὶ τῶν σωφρονωτότερων κρίσεων. Τίς γὰρ ἂν καὶ παραδέξαιτο σωφρονῶν Υἱὸν ὄντα καὶ γεννητόν, πρὸ τῆς ἀνωτάτω γεννήσεως, μὴ δεομένου γεννήσεως πρὸς τὸ εἶναι ὁ ἔστι τοῦ χωρὶς γεννήσεως ὄντος; Εἰ μὲν οὖν ἀληθεύει τὸν διδάσκαλον ἡμῶν μηδὲν ἠγωνίσθαι λέγων πρὸς τὰς ἀντιθέσεις, ἵδουεν πάντες ὅσοι τοὺς λόγους ἐκείνου καθωμιλήκασιν. 'Εγὼ δὲ (μικρὸν γὰρ εἰς ἀπόδειξιν κακίας τὸν ἔλεγχον τῶν περὶ ταῦτα συκοφαντίας εἶναι λογίζομαι) καταλιπὼν τὸ δεῖξαι μὴ ἀνεξέταστον παρενεράσθαι τὸ μέρος τοῦτο παρὰ τοῦ διδασκάλου, περὶ τὴν ἐξέτασιν τῶν προτεθέντων, ὅπως ἂν οὖν τα ἦ, τρέψω τὸν λόγον. Δυὸ φησὶν ἐν τῷ καθ' ἑαυτὸν εἰρηκέναι λόγῳ, ἐν μὲν, τὸ πρὸ τῆς ἰδίας γεννήσεως μὴ εἶναι τὴν οὐσίαν τοῦ Μονογενοῦς· ἕτερον δέ, τὸ γεννηθεῖσα πρὸ πάντων εἶναι. 'Αλλ' ἐτι μὲν οὐ καινὴ τις οὐσία παρὰ τοῦ Πατρὸς ἐγεννήθη ἐξὼ τῆς ἐν αὐτῷ τῷ Πατρὶ θεωρουμένης, ἰκανὸς οἶμαι διὰ τῶν προειρημένων ἡμῖν ἀποδεδειχθαι, καὶ μηδὲν χρήζειν ἡμᾶς, ὡς πρῶτως ἡμῖν προενεχθέντος τοῦ λόγου, πρὸς τὴν τοιαύτην βλασφημίαν συμπλέκεσθαι, πρὸς δὲ τοῦτο μόνον ἀναγκαῖον εἶναι τὴν σπουδὴν γενέσθαι τῷ λόγῳ, πρὸς τὸν ἀθεον αὐτοῦ λόγον καὶ φρικώδη φωνήν, τὴν φανερῶς ἐποῦσαν περὶ τοῦ Θεοῦ Λόγου, ὅτι οὐκ ἦν· ἀλλὰ καὶ περὶ ταύτης τῆς βλασφημίας ἐν τοῖς προειρημένοις μετριῶς διαλαβόντος τοῦ λόγου, τάχα περιττὸν ἐστὶ πάλιν διὰ τῶν ὁμοίων θεωρημάτων τὰ προσποδεύγμένα κατασκευάζειν. Τοῦτο γὰρ ἕνεκεν καὶ προείρηται παρ' ἡμῶν ἐκεῖνα, ὡς τῆς εὐσεβοῦς διανοίας προευνεσθείσης, τοὺς ἀντιχάοντας καταφανεστέραν γενέσθαι τῶν ἐναντιωτῶν βλασφημιῶν, τῶν ἐπὶ τοῦ

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
